Ancient Greek
2.183.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.183.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35B] ὡς συλλήβδην εἰπεῖν περὶ πέντε τούτων· περὶ τῶν τοῦ πολλάπλασίου λόγων, περὶ τῶν μεσοτήτων τῶν μεταξὺ τούτων, περὶ τῶν ἐπιρίτων καὶ ἡμιολίων τῶν ἐν ταῖς μεσότησιν ἀναφαινομένων, περὶ ἐποχδῶν τῶν τὰ διαστήματα ταῦτα συμπληρούντων, περὶ τοῦ λείμματος· καὶ γὰρ δεῖ τὸ διάγραμμα πάντων τούτων εἶναι περιληπτικὸν καὶ καταπεπυκνώσθαι πᾶσι τούτοις τοῖς λόγοις. ἵνα οὖν ἐν τάξει προτάωμεν, λάβωμεν πρῶτον ἐν τοῖς ἀπὸ μονάδος ἀριθμοῖς τοὺς λεγομένους πρώτους ὑπὸ τοῦ Πλάτωνος λόγους. ἐκκελεύθω δὴ οὖν μονάς, καὶ ταύτης διπλασία δυάς, εἶτα τριας ἡμιολία μὲν τῆς δυάδος, τριπλασία δὲ τῆς μονάδος, εἶτα τετράς διπλασία τῆς δυάδος, εἶτα ἑννεὰς τριπλασία τῆς τριάδος, εἶτα ὀγδοὰς ὀκταπλασία τῆς μονάδος, ἐπὶ πᾶσι δὲ ἑβδομὴ μοῖρα ἑπτακαιεκοσαπλασία τῆς μονάδος. τούτους δὴ τοὺς ἀριθμούς, ὡς εἴπομεν [p. 170, 26 ss], οἱ μὲν λαβδουιδὸς ἐκτίθενται, τὴν μονάδα κορυφὴν ποιήσαντες καὶ ὧδὶ μὲν τοὺς διπλασίους τάττοντες, ὧδὶ δὲ τοὺς τριπλασίους· οἱ δὲ ἐν ἐνὶ στίχῳ, τῷ Πλάτωνι μᾶλλον κατακολουθοῦντες· οὐ γὰρ χωρὶς μὲν εἶπε τοὺς διπλασίους, χωρὶς δὲ τοὺς τριπλασίους, ἀλλ’ ἐναλλάξ μίξας αὐτοὺς ἀλλήλοις ὡς κατ’ εὐθείαν προἴων. ἀλλ’ εἰ μὲν ἄχρι τούτων ἔστη τὰ τοῦ Πλάτωνος, ἔδει μηδὲν περιεργάζεσθαι πλέον· ἐπειδὴ δὲ αὐτὸς ἡμῖν παρακελεύεται τὰ διπλάσια καὶ τριπλάσια διαστήματα ταῖς τε ἀρμονικαῖς καὶ ἀριθμητικαῖς μεσότησι συνδεῖν, μονάδος δὲ οὐκ ἔστι καὶ δυάδος μεταξὺ ταύτας τὰς μεσότητας εὑρεῖν, ληπτέον τινὰ πρῶτον ἀριθμόν, ὃς ἐλάχιστος ὢν ἔχει καὶ ἡμιον καὶ τρίτον· διπλασίον γὰρ πᾶς ἀριθμὸς ἔχειν δύναται. καὶ τοῦτο οὖν ζητητέον. εἰλήφθω οὖν ὁ 5, καὶ τούτου διπλάσιος ὁ ιβ, τὸν αὐτὸν ἔχοντες λόγον, ὃν πρὸς δυάδα μονάς. τούτων δὴ τῶν ἑξαπλασίων μονάδος καὶ δυάδος μέσοι παρεντεθέντες ὁ τε η καὶ θ τὰς εἰρημένας μεσότητας ἀποδώσουσιν· ὁ μὲν γὰρ η ταύτῳ μέρει τῶν ἄκρων αὐτῶν ὑπερέχει τε καὶ ὑπερέχεται, ὁ δὲ θ ἱσῶ μὲν κατ’ ἀριθμὸν 194