Ancient Greek
2.184.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.184.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35 B] ὑπερέχει, ἴσῳ δὲ ὑπερέχεται. ἑκάκις ἄρα τὴν μονάδα καὶ δυάδα ποιήσαντες εὑρομεν ἀριθμοὺς τὰς εἰρημένας ἐπιδεχομένους μεσότητας. ὁμοίως δὴ καὶ τοὺς λοιποὺς τῶν ἐν τῷ προειρημένῳ στίχῳ τῶν διπλασίων ἄμα καὶ τριπλασίων ἐξαπλασιάσαντες εὕροῦμεν ὅρους, οὓς δυνήσομεθα καταπυκνοῦν ἀριθμητικαῖς τε μεσότησι καὶ ἀρμονικαῖς· γεγενῶσων γὰρ ἀπὸ παντὸς τοῦ προειρημένου στίχου ἐξαπλάσιοι ζ, ιβ, ιη, κδ, μη, νδ, ρξβ. ἐν οἷς τοὺς ἄλλους ἀριθμοὺς ἐν τάξει θέντες μόνον τὸν πεντηκοντατέσσαρα πρὸ τοῦ τεσσαρακονταοκτὼ θεῖναι ὀφείλοντες —τοῦτον γὰρ πρότερον εἶπε τριπλάσιον τοῦ τρίτου —μετ’ ἐκεῖνον αὐτὸν ἔθεμεν τῇ πλήθει τῶν μονάδων ἐπόμενοι καὶ οὐ τῇ ἀπαριθμήσει, ἣν ὁ Πλάτων πεποίηται τοῖς λόγοις αὐτῶν ἐπόμενος καὶ ἐναλλάξ ἐκτιθεὶς τοὺς διπλασίους καὶ τριπλασίους· μεταξὺ μὲν οὖν τοῦ ζ καὶ ιβ ἐμπεσόνται ὁ η καὶ ὁ θ, μεταξὺ δὲ τοῦ ιβ καὶ κδ διπλασίου ἀρμονικὴ μὲν μεσότης ὁ ιζ, ἀριθμητικὴ δὲ ὁ ιη, μεταξὺ δὲ τοῦ τρίτου διπλασίου τοῦ κδ καὶ μη ἀρμονικὴ μὲν μεσότης ὁ λβ, ἀριθμητικὴ δὲ ὁ λζ· ἐν δὲ τοῖς τριπλασίοις μεταξὺ μὲν τοῦ ζ καὶ ιη πρώτου τριπλασίου ἀρμονικὴ μεσότης ὁ θ, ἀριθμητικὴ δὲ ὁ ιβ, μεταξὺ δὲ τοῦ δευτέρου τριπλασίου τοῦ ιη καὶ νδ ἀρμονικὴ μὲν ὁ κζ, ἀριθμητικὴ δὲ ὁ λζ, μεταξὺ δὲ τοῦ τρίτου τριπλασίου τοῦ νδ καὶ ρξβ ἀρμονικὴ μὲν ὁ πα, ἀριθμητικὴ δὲ ὁ ρη. διήρηται ἄρα τὰ διπλάσια καὶ τριπλάσια διαστήματα ταῖς δύο ταύταις μεσότησιν, ὥστε εἶεν ἂν ἐφεξῆς οἱ ὅροι οὕτοι· ζ, η, θ, ιβ, ιζ, ιη, κδ, ,λβ, λζ, μη, νδ, πα, ρη, ρξβ. ἀλλ’ εἰ μὲν ἦν δυνατόν ἐν τούτοις τοῖς ἐκκειμένοις ἡμῖν ὅροις τοὺς ἐπιρρίτους λόγους εἰς τε τοὺς ἐποχόδους καὶ τὰ λείμματα διελεῖν, μέχρι τούτων ἂν ἔστημεν· νῦν δέ, οὐ γὰρ οἷόν τε, ἄλλης ἂν δέοι μεθόδου. προκείσθω οὖν ἐξ ἀρχῆς καταπυκνῶσαι τὸν διπλάσιον λόγον ταῖς εἰρημέναις