Ancient Greek
2.190.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.190.1-2
Unproofread scanNot analysed yet
πρὸς τὰ σμγ· ἔστω γὰρ ἐπίτριτος ὁ AB τοῦ E, καὶ ἀφηρήσθω ὁ μὲν Γ ὑπόλογος ὧν τοῦ AB ἐπογδόου, ὁ δὲ Δ ὡσαύτως τοῦ Γ· λέγω, ὅτι ὁ Δ πρὸς τὸν E τὸν προκείμενον ἔχει λόγον· ἀφηρησθῶ γὰρ ἀπὸ τοῦ AB τῷ μὲν Γ ἴσος ὁ ZB, τῷ δὲ Δ ὁ HB. ἐπεὶ οὖν ἐστὶν ὡς ὁ AB πρὸς τὸν Γ, 5 ὁ Γ πρὸς τὸν Δ (ἐπόγδοι γάρ), ἔσται καὶ ὡς ὁ AB πρὸς τὸν BZ, οὕτως ὁ BZ πρὸς τὸν BH. καὶ λοιπὸς ἄρα ὁ AZ πρὸς λοιπὸν τὸν ZH ἔσται ὡς ὅλος πρὸς ὅλον, τοιούτων, ὡς ὁ AB πρὸς BZ. ἐπόγδοος δὲ ὁ AB τοῦ BZ· ἐπόγδοος ἄρα καὶ ὁ AZ τοῦ ZH. κείσθω τῷ ZH ἴσος ὁ ZΘ· ἐπόγδοος ἄρα ὁ 10 AZ τοῦ ZΘ· ὁ ἄρα ZΘ τοῦ ΘA ὀκταπλάσιος. ἴσος δὲ τῷ ZΘ ὁ ZH· ὁ ἄρα HΘ ἐκκαιδεκαπλάσιος τοῦ ΘA. πάλιν ἐπεὶ ἐπόγδοος ὁ ZB τοῦ BH (καὶ γὰρ ὁ Γ τοῦ Δ), ὀκταπλάσιος ἄρα ὁ BH τοῦ HZ. οἷων ἄρα ἐστὶν ὁ ZH ὀκτῶ, τοιούτων ὁ HB ἐξήκοντα καὶ τεττάρων, ὁ δὲ ZB ἐβδομήκοντα καὶ 15 δυοῖν· ταῦτα γὰρ ἐπόγδοα τοῦ ΕΔ· ὁ δὲ AB ὅλος ὀγδοήκοντα καὶ ἑνός· ταῦτα γὰρ ἐπόγδοα τοῦ δύο καὶ ἐβδομήκοντα. τετραπλασίασον οὖν τοὺς ἀριθμοὺς· οἷων ἄρα ὁ AB τκδ, 196 τοιούτων ὁ BH, τοιούτων ὁ Δ, σνς· τετραπλάσιος γὰρ ὁ μὲν τκδ τοῦ πα, ὁ δὲ σνς τοῦ ξδ. τὰ δὲ ἰσάκις πολλαπλάσια 20 τοῖς μέρεσι τὸν αὐτὸν ἔχει λόγον. ἐπεὶ οὖν ἐπίτριτος ἐστιν ὁ AB τοῦ E, οἷων ὁ AB τκδ, τοιούτων ὁ E σμγ· ἔχει γὰρ τὸν σμγ καὶ τὸ τρίτον αὐτοῦ τὸν πα. ἦν δὲ καὶ οἷων ὁ AB τκδ, τοιούτων ὁ Δ σνς. οἷων ἄρα ὁ Δ σνς, τοιούτων ὁ E σμγ. ὅτι δὲ ἐν ἐλαχίστοις ἐστὶ τούτοις ὁ τοῦ λείμματος 25 λόγος, δῆλον· εἰσὶ γὰρ πρῶτοι πρὸς ἀλλήλους· καὶ τοῦτοδῆλον ἐκ τῆς ἀνθυφαιρέσεως· εἰς γὰρ μονάδα λήγουσιν ἀνθυφαιρουμένου τοῦ ἐλάσσονος ἀεὶ ἀπὸ τοῦ μείζονος. εἰ δὲ πρῶτοί εἰσιν, φανερόν, ὅτι ἐλάχιστοί εἰσιν τῶν τὸν αὐτὸν λόγον αὐτοῖς ἔχοντων. ἐὰν ἄρα ἀπὸ ἐπιtritou διαστήματος ἐπόγ- 30