Ancient Greek
2.190.2 to 2.191.26
Proclus Phil., In Platonis Timaeum Commentaria 2.190.2-2.191.26
Unproofread scanNot analysed yet
2 ᾱ καὶ β M τέταρτος M 4 τρίτος M 7 οὕτως τοῦ βη MQ: ζβ τοῦ ζη P 15 ηβ Q: κβ M: βη P ξ καὶ δ Q ὁ Q 16 δυοῖν: δυσὶ ll. 16s πα Q 17 β καὶ ὁ δοα δύο ἀφαιρεθῆ, οἱ λοιποὶ ὅροι τοῦτον ἔχουσι τὸν λόγον, ὃν τὰ συνς πρὸς τὰ σμγ. τοῦτον δὲ δειχθέντος εἰλήφθω- σαν ἐξῆς ὁ μὲν AB τονιαῖος λόγος, ὁ δὲ ΓΒ τοῦ λείμματος, ὁ δὲ ΑΔ τοῦ καλουμένου ἡμιτονίου· δῆλον οὖν ὅτι ὁ μὲν 5 ΑΓ τῆς ἀποτομῆς ἐστι λόγος, μεῖζων ὧν τοῦ ἡμιτονίου, ὁ δὲ τοῦ Α πρὸς Γ τοῦ κόμματος· καλεῖται γὰρ οὕτως ὁ τῆς ὑπεροχῆς λόγος τῆς ἀποτομῆς πρὸς τὸ ὡς ἀληθῶς ἡμι- τόνιον, ὅπερ οὐκ ἔστιν ἐν ἀριθμοῖς λαβεῖν. τοῦτο μὲν οὖν ἀποδέδεικται. προσθετέον δὲ τοῖς εἰρημένοις, ὅτι—τὸν τοῦ 10 ΑΒ λόγον εἴπομεν ἡμιτόνιον, οὐχ ὅτι τέμνεται ὁ ἐπόγδοος εἰς δύο ἴσους λόγους· οὐδεὶς γὰρ ἐπιμόριος δύναται τοῦτο παθεῖν, εἰς ἴσους τμηθῆναι δύο λόγους· ἀλλ’ ἐπειδήπερ οἱ Ἀριστοξένειοι μετὰ τοὺς δύο ἐπογδόους ἐλάμβανον τὸ ἡμιτόνιον, κατὰ τὴν ἐκείνων θέσιν, ὡς εἴπομεν, εἴληπται ὁ 15 τοῦ ἡμιτονίου λόγος, ἵνα εὑρεθῇ τὸ κόμμα καὶ ἡ ἀποτομὴ τίνα ἔχουσι λόγον πρὸς τὸν τοῦ λείμματος λόγον. τοῦτο μὲν οὖν εἴρηται διὰ τὴν αἰτίαν ταύτην· ἐπεὶ, ὅτι γε πᾶς ἐπι- μόριος ἀδιαίρετός ἐστιν εἰς ἴσους δύο λόγους ῥητούς, τῶν ἀποδεδειγμένων ἐστί. τοσοῦτον δὲ προσθετέον φιλοκαλίας 20 χάριν, ὅτι τῶν Πυθαγορείων μῆτε ἡμιτόνιον εἶναι λεγόν- των, ἐξ οὗ καὶ δυοῖν ἐπογδόοιν ἐστὶ τὸ ἐπίτριτον, μῆτε συμφωνίαν τὴν διὰ πασῶν καὶ διὰ τεσσάρων, ὡς οἱ Ἀρι- στοξένειοι, τῶν μετ’ αὐτοὺς ἀρμονικῶν οἱ ἀμφὶ Πτολε- μαῖον τὸ μὲν προσήκαντο τῶν Πυθαγορείων, ὡς ἄρα οὐκ 25 ἐστὶν ὡς ἀληθῶς ἡμιτόνιον τὸ καλούμενον ἡμιτόνιον, τὸ δὲ ἐξέβαλον, τιθέμενοι σύμφωνον εἶναι τὸ διὰ πασῶν καὶ διὰ τεσσάρων. ἡμεῖς δὲ τὸ μὲν ἀναγκαίως ἀπεδείξαμεν διὰ τὴν τοῦ Πλάτωνος δόξαν, τὸ δὲ οὐκ ἀναγκαζόμενοι δεικνύναι