Ancient Greek
2.197.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.197.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35B] γὰρ ἐκ τοῦ ἐποχόδου, ὃν ἔχει ὁ δέκα καὶ ὀκτὼ πρὸς τὸν δέκα καὶ ἐξ· ἡμιόλιοι μὲν γὰρ λόγοι καὶ ἐπίτριτοι καὶ λείμματά εἰσι καὶ ἐν ἄλλοις γένεσιν, ἐπόχόδοι δὲ ἐν τούτῳ μόνῳ τῶν τριῶν γενῶν, ὥστ’ εἰκότως οὕτος ποιεῖ τὸν ἀριθμὸν τῶν μοιρῶν συντιθέμενος, καὶ οὕτος ὁ δεύτερος ἐμπρέπων τῇ δευτέρᾳ προόδῳ τῆς ψυχῆς ἀπὸ τῶν πρώτων νοητῶν ἀρχῶν. ἐὰν δ’ οὖν λάβωμεν τὸν ἐλάσσονα ὅρον τοῦ τρίτου διπλασίου, τὸν χιλία πεντακόσια τριάκοντα καὶ ἐξ καὶ τὸν τούτου ἐπόχόδον χιλία ἑπτακόσια εἴκοσι ὀκτὼ καὶ αὐθὶς τὸν τούτου, χιλία ἐννακόσια τεσσαράκοντα καὶ τέσσαρα, καὶ τὸν τούτου πάλιν δισχιλία καὶ ἑκατὸν καὶ ὀγδοήκοντα καὶ ἑπτὰ τρίτονον ἐν μὲν ἔσται τὸ τῶν ἀχρῶν διάστημα· ἐπειδὴ δὲ ὁ δισχιλία τεσσαράκοντα καὶ ὀκτὼ τὸν ἐπίτριτον λόγον ἔχει πρὸς τὸν χιλία πεντακόσια τριάκοντα καὶ ἐξ, τὸν δὲ τοῦ λείμματος πρὸς τὸν χιλία ἐννακόσια τεσσαράκοντα καὶ τέσσαρα, ἀνάγκη δήπου πρὸς τὸν δισχιλία τεσσαράκοντα καὶ ὀκτὼ τὴν ἀποτομὴν ποιεῖν τὸν δισχιλία ἑκατὸν ὀγδοήκοντα ἑπτὰ· ἔστι γὰρ ἀποτομὴ μετὰ τὸ λείμμα τὸ λοιπόν, ὡς εἴπομεν, εἰς τὸν τόνον. ὁμοίως δὴ καὶ κατὰ τὸ τρίτον τριπλασίων λαβόντες τοῦ τετρακισχιλία ἑξακόσια καὶ ὀκτὼ τρίτονον ἀπἔχοντα τὸν ἑξακισχιλία πεντακόσια ἐξήκοντα καὶ ἐν, τὸν δὲ ἑξακισχιλία ἑκατὸν τεσσαράκοντα τέσσαρα ποιοῦντα πρὸς τὸν τετρακισχιλία ἑξακόσια ὀκτὼ λόγον ἐπίτριτον, πρὸς δὲ τὸν πεντακισχιλία ὀκτακόσια τριάκοντα δύο τὸν τοῦ λείμματος, ἔχομεν ἀναγκαίως τὴν ἀποτομὴν ἐν τῷ λόγῳ τοῦ ἑξακισχιλία πεντακόσια ἐξήκοντα καὶ ἑνὸς πρὸς τὸν ἑξακισχιλία ἑκατὸν