Ancient Greek
2.198.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.198.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35B] τεσσαράκοντα τέσσαρα τριπλασίους οὐσι τῶν πυθμενικῶν ὅρων τῶν εὐρεθέντων ἡμῖν ἐν τῷ τρίτῳ διπλασίῳ πρότερον· ὅτι γὰρ ὁ τῆς ἀποτομῆς λόγος ἐν ἐκείνοις ἐστὶ πυθμενικὸς, δῆλον· δεῖκνυται γὰρ πρῶτοι πρὸς ἀλλήλους ὁ διςχλία καὶ ἑκατὸν καὶ ὀγδοήκοντα καὶ ἑπτὰ καὶ ὁ διςχλία καὶ τεσσαράκοντα καὶ ὀκτὼ διὰ τοῦ ἐκ τῆς ἀνθυφαιρέσεως θεωρήματος, τῶν πρώτων ἐλαχίστων ὄντων ἐξ ἀνάγκης. δέδεικται μὲν οὖν ἐκ τῶν Φιλολάου [A 26 D.] τὸ πλῆθος τῶν παρὰ τῷ Τιμαίῳ γραφέντων ὅρων, τοῖς δὲ Πλάτωνος τὸ διάγραμμα προβαίνει καὶ ἄνευ τοῦ λόγου τῆς ἀποτομῆς. ταῦτα μὲν οὖν εἰρήσθω μέχρι τούτων. ἐπεὶ δὲ εἴπομεν [185, 27 ss] ἐν τοῖς ἐμπροσθεν, ὅτι, ἐὰν ἑνὸς ὅρου ὁ μὲν διπλάσιος, ὁ δὲ τριπλάσιος ληφθῇ, ὁ μὲν τῶν διπλασίων μεταξὺ κατὰ τὴν ἀριθμητικὴν ἐμπίπτων ἀρμονικὴ μεσότης ἔσται κατὰ τὸ τριπλάσιον, αὐτὸς δὲ ὁ διπλάσιος ἀριθμητική, νῦν αὐτὸ συντóμως σαφηνίσωμεν ἄμα ἀποδεικνύντες· ἔστω γὰρ τοῦ A ὁ B διπλάσιος, ὁ δὲ Γ τριπλάσιος, καὶ τοῦ A καὶ B μεταξὺ ὁ Δ κατὰ τὴν ἀριθμητικὴν· λέγω, ὅτι συμβαίνει τὰ ἐν τῇ προτάσει· ἐπειδή γὰρ τοῦ A ὁ μὲν B διπλάσιος, ὁ δὲ Γ τριπλάσιος, οἷον ἐστὶν ὁ A δυοῖν, τοιούτων ὁ μὲν B τεσσάρων, ὁ δὲ Γ ἐξ, ὥστε καὶ οἷον ὁ B τεττάρων, τοιούτων ὁ Γ ἐξ. τοσοῦτῳ ἄρα ὁ Γ ὑπερέχει τοῦ B, ὅσῳ ὁ B τοῦ A, ὥστε ἀριθμητικὴ μεσότης ἐστὶ τοῦ Γ καὶ A ὁ B. πάλιν ἐπεὶ οἷον ὁ A δυοῖν, τοιούτων ὁ B τεσσάρων, ὁ δὲ Δ μέσος αὐτῶν κατὰ τὴν ἀριθμητικήν, ἔσται καὶ αὐτὸς τοιούτων τριῶν, οἷων ὁ μὲν A δυοῖν, ὁ δὲ B τεττάρων. οἷον δὲ ὁ B τεσσάρων, τοιούτων ὁ Γζ. ἔστιν ἄρα οἷον ὁ A δυοῖν, τοιούτων ὁ μὲν Δ τριῶν, ὁ δὲ Γζ. ὁ δὲ Δ ἄρα πρὸς τὸν A καὶ τὸν Γ ποιήσει μεσότητα ἀρμονικήν· τῷ γὰρ αὐτῷ μέρει ὑπερἔχεται τε ὑπὸ τοῦ μεῖζονος καὶ ὑπερέχει τοῦ ἐλάσσονος. τοῦτο μὲν οὖν ταύτῃ ἔχετω.