Ancient Greek
2.205.5
Proclus Phil., In Platonis Timaeum Commentaria 2.205.5
Unproofread scanNot analysed yet
ω ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35B] τῇ γὰρ Ἀπόλλωνι χρυσάφρα γείνατο Ἀητά, καθάπερ τὴν ἕκτην Ἀρτέμιδος. ἦκει μὲν οὖν τῇ ψυχῇ καὶ ἀπὸ τῶν ὑπερετέρων αἰτίων οὗτος ὁ ἀριθμός, ὥσπερ καὶ ἡ τριάς, αὕτη μὲν ἀπὸ τῶν νοητῶν, ἐκεῖνος δὲ ἀπὸ τῶν νοερῶν, ἦκει δὲ καὶ ἀπὸ τούτων τῶν θεῶν, ἵνα τὸν 5 μὲν εἰς ἑπτὰ μοῖρας μερισμὸν ἔχῃ σύνθημα τῆς Διονυσιακῆς σειρᾶς καὶ τοῦ μηδενουμένου σταραγμοῦ (καὶ γὰρ ἔδει νοῦ μετέχουσαν αὐτὴν Διονυσιακοῦ καὶ, ὡς Ὀρφεύς [frg. 207. 203] φησιν, ἐπὶ τῆς κεφαλῆς φέρουσαν τὸν θεὸν διηρῆσθαι κατ’ ἐκεῖνον), τὴν δὲ ἐν ταύταις ταῖς μοί- 10 ραις ἁρμονίαν ἔχῃ τῆς Ἀπολλωνιακῆς τάξεως σύμβολον· καὶ γὰρ ἐν ἐκείνοις ὁ συνάγων καὶ ἐνίζων τὰ μερισθέντα τοῦ Διονύσου μῆλη κατὰ τὴν βούλησιν τοῦ πατρὸς οὗτός ἐστιν ὁ θεός. Ἐπὶ δὲ τούτοις αἱ τρεῖς μεσότητες παρελήφθησαν. αὗται μὲν οὖν οὐκ ἐπὶ τῆς ψυχῆς μόνον, ἀλλὰ καὶ παν- 15 ταχοῦ τὰς τῆς Θέμιδος παῖδας ἐνεικονιζόμεναι τρεῖς οὖσαι τρεῖς καὶ ἐκεῖναι οὖσαι, ἡ μὲν γεωμετρικὴ τῆς Εὐνομίας Εἰκὼν οὖσα, διὸ καὶ ἐν Νόμοις [VI 757BC] ταύτην εἶναι φησι τὴν διακομουσᾶν τὰς πολιτείας καὶ Διὸς κλῆσιν ἀνύμνησεν τοῦ πάντα κοσμοῦντος καὶ τὴν ὄντως πολιτικὴν 20 περιέχοντος, ἡ δὲ ἁρμονικὴ τῆς Δίκης, μείζοσι μὲν ὁροῖς ἀπονέμουσα λόγον μείζονα, ἐλάσσοσι δὲ ἐλάσσωνα (τοῦτο τὸ τῆς Δίκης ἔργον), ἡ δὲ ἀριθμητικὴ τῆς Εἰρήνης· αὕτη γὰρ ἐστίν, ὡς εἴρηται καὶ τοῦτο ἐν Νόμοις [VI 757DE], ἡ τὸ ἴσον ἀποδιδοῦσα πᾶσι κατὰ τὸ ποσὸν καὶ ποιοῦσα δῆμον 25 εἰρηνεύειν πρὸς μὴ δῆμον· ὡς ἡ γε στερεὰ ἀναλογία πρὸ τούτων αὐτῆς ἱερὰ τῆς Θέμιδος ἐστὶ τῆς μητρός, πασῶν περιεχούσης τὰς δυνάμεις. ἀλλὰ ταῦτα μὲν καθόλου περὶ τῶν τριῶν. οἰκείως δὲ λεγεῖσθωσαν τοῖς προειρημένοις αἱ τρεῖς, ἐνωτικαὶ καὶ συνεκτικαὶ τῆς οὐσίας οὖσαι τῆς ψυχῆς· διὸ 30 καὶ ὁ Τίμαιος δεσμοὺς αὐτὰς προσείρηκε· καὶ γὰρ τὴν