Ancient Greek
2.206.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.206.3
Unproofread scanNot analysed yet
ἐκεῖνον διηρῆσθαι P 11 ἔχει Q τῆς om P 14ss ex- ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35B] γεωμετρικὴν ἀνωτέρω [31 C] κάλλιστον εἰπεῖν εἶναι δεσμῶν, καὶ τὰς ἄλλας ἐν τούτοις. πᾶς δὲ δεσμὸς ἕνωσίς τίς ἐστιν. εἰ οὖν αἱ μεσότητες δεσμοὶ καὶ οἱ δεσμοὶ ἑνώσεις τῶν δεδεμένων εἰσί, δῆλον τὸ συμβαῖνον. αὐταὶ δὴ οὖν διὰ πά- F 5 σης διήκουνσι καὶ μίαν αὐτὴν ὅλην ἐκ πολλῶν ἀπεργάζονται, συνδετικὴν τῶν ποικίλων εἴδων λαχοῦσαν δύναμιν. τριῶν δὲ οὐσιῶν αὐτῶν ἡ μὲν γεωμετρικὴ τὸ οὐσιώδες πᾶν συνδεῖ τῶν ψυχῶν· καὶ γὰρ ἡ οὐσία λόγος εἰς ἐστιν διὰ πάντων φοιτῶν καὶ συνεχῶν πρώτᾳ τε καὶ μέσα καὶ τελευταῖα, καθ- 10 ἄπερ ἐπὶ τῆς γεωμετρικῆς· εἰς καὶ ὁ αὐτὸς λόγος διὰ τῶν τριῶν ὧρων διήκει τελῆσας. ἡ δὲ ἀρμονικὴ τὴν ταυτότητα πᾶσαν τὴν διηρημένην συνέχει τῶν ψυχῶν, τοῖς ἄκροῖς παρεχομένη κοινωνίαν λόγων καὶ ὁμορφὴ σύζευξιν, καὶ ἐν 201 μὲν τοῖς ὀλικάτεροις ὁρωμένη μᾶλλον, ἐν δὲ τοῖς μερικω- 15 τέροις ἥττον, ὡς ἡ ταυτότης. ἡ δὲ ἀριθμητικὴ τὴν ἑτερότητα συνδεῖ τὴν παντοίαν τῆς προόδου τῆς ψυχῆς, [καὶ] ἐν μὲν τοῖς μείζοσι κατὰ τὴν τάξιν ἥττον ἕνουσα, ἐν δὲ τοῖς ἐλάττοσι μᾶλλον· κρατεῖ γὰρ ἡ ἑτερότης ἐν τοῖς μερικωτέροις, ὡς ἡ ταυτότης ἐν τοῖς ὀλικάτεροις καὶ κρείττοσι. καὶ ἔχου- 20 σιν ἀντιπεπόνθασιν αὐταὶ πρὸς ἀλλήλας ὡς ἡ ταυτότης καὶ ἑτερότης, καὶ ὡς τούτων ἡ οὐσία μονάς, οὕτως ἐκείνων ἡ γεωμετρικὴ μεσότης. τῶν οὖν ἐν πᾶσι τοῖς ὧροις οὐσιῶν τῶν τριακοντατεσσάρων ἕνωσίς ἐστιν ἡ γεωμετρική, καὶ τῶν ταυτοτήτων τῶν ἰσαριθμῶν ἡ ἀρμονική, καὶ τῶν ἑτεροτή- 25 τῶν ἡ ἀριθμητική, διατείνουσαι πᾶσαι διὰ πάντων τῶν ὧρων. ἢ πῶς ἂν ὅλον ἐξ αὐτῶν ἐγένετο τι μὴ ἑνωθέντων εἰς δύναμιν ἀλλήλοις, οὐσιωδῶς μὲν ὑπὸ τῆς μιᾶς, ἄλλως δὲ καὶ ἄλλως ὑπὸ ταῖν δυοῖν; διὸ δὴ καὶ αὐταὶ πλήρωμα γίνονται τῆς γεωμετρικῆς, ὥσπερ ἡ ταυτότης καὶ ἑτερότης συντελοῦσιν 30 εἰς τὴν οὐσίαν· διότι καὶ αὐταὶ μὲν ἀντιθέτως πρὸς ἀλλήλας B ἔχουσιν, ἐκεῖνι δὲ συνάπτει καὶ συνυφαίνει τὴν διάστασιν αὐτῶν· ἡ μὲν γὰρ ἀρμονικὴ μείζοσι μείζους λόγους, ὡς εἴρηται [p. 198, 22 s] διανέμει καὶ ἐλάττοσιν ὧροις ἐλάττους·