Ancient Greek
2.211.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.211.1-2
Unproofread scanNot analysed yet
τῶν λόγων συμβαίνει τῇ ἑβδομάδι τῶν μοιρῶν, καὶ ὅλη δι’ ὅλης ἑαυτῆς ἡ ψυχὴ ἑβδομαδικὴ ἐστιν, ἐν ταῖς μοίραις, ἐν τοῖς λόγοις, ἐν τοῖς κύκλοις, ἑπταμερὴς οὖσα καὶ ἑπτάλογος καὶ ἑπτάκυκλος· εἰ γὰρ μονὰς ἐστιν ὁ δημιουργικὸς νοῦς, ἡ δὲ ψυχὴ πρῶτως ἀπὸ νοῦ πρόεισιν, ἑβδομάδος ἔχει λόγον πρὸς αὐτόν· πατρικὴ γὰρ καὶ ἀμήτωρ ἡ ἑβδομάς. καὶ ἴσως ἡ μὲν ἰσότης τὴν ἐξ ἴσου κοινωνίαν ἐνδίδωσι πᾶσι τοῖς ψυχικοῖς λόγοις, ἵνα πάντες πάντων κοινωνῶσιν· ὁ δὲ πολλάπλασιος ***ἔνδειξιν παρέχεται τοῦ τρόπου, καθ’ ὃν οἱ ἐνικώτεροι μετροῦσι τοὺς πληθυομένους, ὅλοι δι’ ὅλων ἐκείνων φοιτῶντες, καὶ οἱ ἀμερέστεροι τοὺς μᾶλλον διηρημένους· οἱ δὲ ἐπιμόριοι καὶ οἱ ὑπὸ τούτους τῆς διαφορᾶς, καθ’ ἣν οὐχ ὅλοι ὅλοις οἱ λόγοι κοινωνοῦσιν, ἀλλὰ μερικὴν μὲν ἔχουσι σχέσιν, καθ’ ἓν δέ τι τὸ ἑαυτῶν συνάπτονται κυριώτατον· οἱ δὲ ἐπιμερεῖς καὶ οἱ τούτων ὑπόλογοι τῆς ἐσχάτης ὑφέσεως, καθ’ ἣν μεριστὴ τίς ἐστιν ἡ κοινωνία καὶ πεπληθυυσμένη τῶν ψυχικῶν λόγων διὰ τὴν ὕφεσιν· οἱ μὲν γὰρ ὑψηλότεροι δι’ ὅλων ὅλοις συνήωνται ἀλλήλοις, οἱ δὲ μέσοι οὐ δι’ ὅλων μέν, κατὰ μέρος δὲ τὸ ἀκρότατον συνάπτονται, οἱ δὲ τρίτοι μεριστῶς ἤδη κατὰ τὰ πλήθη συμφύονται· λέγω δὲ οἷον ἡ μὲν οὐσία πᾶσι κοινωνεῖ τοῖς λόγοις, καταμετροῦσα πάσας αὐτῶν τὰς προόδους —οὐδὲν γὰρ ἐν αὐτοῖς ἀνούσιον —ἡ δὲ ταυτότης, γένος οὖσα καὶ αὐτή, μάλιστα τὰς ἀκρότητας αὐτῶν συνάγει πρὸς μίαν κοινωνίαν, ἡ δὲ ἑτερότης διαφερόντως τὰς διαιρέσεις αὐτῶν καὶ τὰς προόδους καταμετρεῖται. πάλιν τοίνυν ἡ κοινωνία δείκνυται τῶν ψυχικῶν λόγων· ἡ γὰρ παντελὴς ἐστιν ἡ κατὰ τὰς ἀκρότητας ὑφίσταται μόνον ἡ κατὰ τὰς εἰς πλήθος ἐκστάσεις. Ἔτι τοίνυν ἐπὶ τούτοις κατίδωμεν, ὅπως αἱ ἑπτὰ μοῖραι τὴν ὑπόστασιν ἔλαχον. ἡ μὲν οὖν πρώτη μοῖρα τὸ νοερώτατόν ἐστι καὶ ἀκρότατον τῆς ψυχῆς, αὐτῷ τῷ ἐνὶ