Ancient Greek
2.212.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.212.1-2
Unproofread scanNot analysed yet
συνάπτουσα καὶ τῇ ὑπάρξει τῆς ὅλης οὐσίας, διὸ καὶ μία προσαγορεύεται, ὡς ἐνοειδῆς, καὶ ὁ ἀριθμὸς αὐτῆς καὶ τὸ πλῆθος ἐνώσει κατέχεται, καὶ ἔστιν ἀνὰ λόγον τῇ αἰτίᾳ καὶ τῷ κέντρῳ τῆς ψυχῆς· μένει γὰρ ἡ ψυχὴ κατὰ ταύτην καὶ ἀνεκφοίτητός ἐστι τῶν ὅλων. καὶ ἔστι τετρὰς μὲν ἐν ταῖς πρωτίσταις μονάσι διὰ τὸ μόνιμον καὶ τῇ ἰσότητι χαῖρον καὶ ταυτότητι, ὀγδοὰς δὲ ἐν δευτερωδοῦμέναις διὰ τὴν ὑφεσιν καὶ τὴν μέχρι τῶν ἐσχάτων καὶ τοῦ ἀκροτάτου τῆς ψυχῆς πρόνοιαν, τριάς δὲ ἐν τριωδοῦμέναις διὰ τὴν τοῦ ἐν αὐτῇ πλήθους εἰς τὸ παντέλειον περιαγωγὴν. καὶ ἄμα δῆλον ἐκ τούτων ὡς ἀπ’ εἰκόνων, ὅτι καὶ τὸ ἀκρότατον τῆς ψυχῆς, κἂν ᾖ ἐνοειδές, ἀλλ’ οὐ καθαρώς ἐστιν ἕν, ἀλλὰ καὶ τοῦτο πλῆθος ἠνωμένον, ὡς καὶ ἡ μονὰς οὐκ ἀπλήθυντος μὲν ἐστι, μονὰς δὲ ὅμως· μόνως δὲ ἕν τὸ τῶν θεῶν ἕν, ὡς τὸ τοῦ νοῦ μᾶλλον ἕν, εἰ καὶ αὐτὸ πεπλήθυνται, τὸ δὲ τῆς ψυχῆς ὁμοίως ἕν καὶ πλῆθος, ὥσπερ τὸ τῶν μετ’ αὐτὴν μᾶλλον πλῆθος ἢ ἕν, τῶν περὶ τὸ σῶμα μεριστῶν, τὸ δὲ τῶν σωμάτων οὐδὲ ἀπλῶς ἕν, ἀλλὰ φάντασμα ἑνὸς καὶ εἰδώλον· διὸ καὶ ὁ Ἐλεάτης Ξένων [Soph. 246 BC] πᾶν τὸ σωματικὸν καταθραύεσθαι φησιν, ὡς ἐπίκτητον ἔχον τὸ ἕν καὶ μηδὲν παύεσθαι μεριζόμενον. ἡ δὲ δευτέρα πολλάπλασιάζει τὴν πρὸ αὐτῆς γεννητικαῖς προόδοις, ᾗς ἡ δυνὰς ἐνδείκνυται, καὶ πάσας τὰς προόδους ἐκφαίνει τῆς οὐσίας. διὸ καὶ διπλασία λέγεται τῆς πρώτης, ὡς μιμουμένη τὴν ἄοριστον δυάδα καὶ τὴν ἀπειρίαν τὴν νοητήν. ἡ δὲ τρίτη πᾶσαν αὐτὴν ἐπιστρέφει πάλιν εἰς τὴν ἀρχήν, καὶ ἔστι τὸ τρίτον αὐτῆς τὸ συνελισσόμενον εἰς τὰς ἀρχάς, ὃ δὴ μετρεῖται μὲν ὑπὸ τῆς πρώτης μοίρας, ὡς ἐνώσεως ἀπ’ αὐτῆς πληρούμενον, μερικώτερον δὲ συνάπτεται πρὸς τὴν δευτέραν, καὶ διὰ τοῦτο λέγεται τριπλάσιον μὲν ἐκείνης, ἡμιόλιον δὲ ταύτης, ἐξ ἡμισείας μὲν ὑπὸ τῆς δευτέρας συνεχόμενον, ὡς