Ancient Greek
2.213.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.213.1-2
Unproofread scanNot analysed yet
ἂν μηδὲ τὴν ἰσὴν δύναμιν ἔχούσης, τελῶς δὲ ὑπὸ τῆς πρώτης. ἡ δὲ αὐ τετάρτη μοῖρα καὶ ἡ πέμπτη λοιπὸν ἰδίως προστατὶν αὐτὴν ἀποφαίνουσι τῶν δευτέρων· αἰτίαι γάρ εἰσι τῶν ἀσωμάτων τῶν περὶ τοῖς σώμασι μεριζομένων νοεραί, ἐπίπεδοι οὖσαι καὶ τετραγωνικαί, ἡ μὲν ἀπὸ τῆς δευτέρας, ἡ δὲ ἀπὸ τῆς τρίτης μοίρας, τῆς μὲν προόδου καὶ τῆς ἀπογεννήσεως ἡ τετάρτη, τῆς δὲ ἐπιστροφῆς καὶ τῆς τελειώσεως ἡ πέμπτη· ἐπίπεδοι γὰρ ἀμφότεραι, ἀλλ’ ἡ μὲν ἀπὸ τῆς δευτέρας, δις ἀπ’ αὐτῆς ὑποστᾶσα, ἡ δὲ ἀπὸ τῆς τρίτης, τρις προελθοῦσα. καὶ ἔοικεν εἶναι ἡ μὲν γεννητικὴ τῶν περὶ τὸ σῶμα γεννητικῶν μορίων μεριστῶν, γονίμων δὲ ὅμως εἰδῶν τὴν πρόοδον μιμουμένων τῆς ψυχῆς, ἡ δὲ τῶν περὶ τὸ σῶμα μὲν μεριστῶν, γνωριστικὴν δὲ δύναμιν ἔχοντων καὶ ταύτῃ μιμουμένων τὸ τῆς ψυχῆς ἐπιστρεπτικόν· πᾶσα γὰρ γνῶσις ἐπιστρέφει τὸ γιγνώσκον εἰς τὸ γνωστόν, ὥσπερ πᾶσα φύσις γεννᾶν ἐθέλει καὶ εἰς τὸ κάτω ποιεῖσθαι τὴν πρόοδον. ἡ δὲ ἕκτη καὶ ἑβδόμη καὶ αὐτῶν τῶν σωμάτων καὶ τῶν στερεῶν ὀγκῶν τὰς πρωτουργοὺς αἰτίας ἐν αὐτῇ προυποτίθενται· στερεοὶ γὰρ οἱδε οἱ ἀριθμοί, καὶ ὁ μὲν ἀπὸ τῆς δευτέρας, ὁ δὲ ἀπὸ τῆς τρίτης· ἐπιστρέφων δὲ ὁ λόγος καὶ τὰ ἔσχατα εἰς τὰ πρῶτα καὶ τὰς ἀποπερατώσεις τῆς ψυχῆς ἐπὶ τὴν ἀκρότητα αὐτῆς τὴν μὲν ὀκταπλασίαν, τὴν δὲ ἑπτακαιεικοσαπλασίαν ἔθετο τῆς πρώτης. καὶ οὕτως ἑπταμερὴς ἡ οὐσία τῆς ψυχῆς ὡς μένουσα καὶ προϊοῦσα καὶ ἐπιστρέφουσα καὶ αἰτία τῆς τε προόδου καὶ τῆς ἐπιστροφῆς τῶν τε περὶ τοῖς σώμασι μεριστῶν οὐσιῶν καὶ τῶν σωμάτων αὐτῶν· εἰ δὲ βούλει, διότι μέσην ἔλαχεν ὑπόστασιν τῶν τε ἀμεριστῶν καὶ τῶν μεριστῶν, ἐκεῖνα μὲν μιμεῖται διὰ τῆς τριάδος τῶν ὀρῶν, ταῦτα δὲ προεῖληφε διὰ τῆς τετράδος. πᾶσα δὲ ἐκ πάντων, διότι καὶ πᾶσα κέντρον ἐστὶ τῶν ὅλων. Ταύτας δὴ τὰς μοῖρας δυνατόν καὶ κατὰ τὸν διπλάσιον στίχον διελεῖν, εἰ λάβοις τὴν μὲν ἀκρό-