Ancient Greek
2.225.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.225.1-2
Unproofread scanNot analysed yet
ἀπερ οὗτος περιέχει τὰς ἄλλας μεσότητας· τὸν δὲ ἀριθμητικόν, ὅς ἐστι τοῦ ὕδατος, εἶναι δύο, τρία, τέσσαρα, διὰ τὸ δύο κοινωνεῖν ὅροις πρὸς τὴν γῆν, καὶ δὴ καὶ διὰ τὸ μάλιστα πλήθει φίλον εἶναι καὶ ἐκ στοιχείου συνεστάναι πάντων μάλιστα πεπληθυσμένου τοῦ εἰκοσαέδρου· τὸν δὲ ἀρμονικόν, τρία, τέσσαρα, ἕξ, τοῦ ἀέρος, διότι καὶ οὗτος κατὰ δύο κοινωνεῖ πρὸς τὴν ἀριθμητικὴν ὅρους, τὸν τρία καὶ τέσσαρα, μείζους ὄντας κατ’ ἐκείνην, ἐλάττους δὲ κατὰ ταύτην. διττῆς δὲ οὔσης τῆς ἀρμονικῆς μεσότητος, ἡ ἐν διπλασίῳ λόγῳ τῶν ἄκρων ὤντων ἢ ἐν τριπλασίῳ —καὶ γὰρ ὁ Πλάτων ἢ τῶν διπλασίων αὐτὴν ἢ τῶν τριπλασίων παραλαμβάνει μέσην —κατὰ μὲν τὸν τῶν ἄκρων διπλάσιον λόγον ποιήσας τοὺς ἄκρους τὸν τρία καὶ τὸν ἕξ ἔσχε τὸ ἴδιον τοῦ ἀέρος στοιχεῖον, τὸ ὀκτάεδρον, ἔχον τὸν μὲν ἕξ κατὰ τὰς γωνίας, τὸν δὲ τέσσαρα κατὰ τὴν βάσιν τῶν δύο πυραμίδων, τὸν δὲ τρία κατὰ τὸ ἐπίπεδον τοῦ ὀκταέδρου ὄν τριγωνικόν· τὸν δὲ ἕτερον, ὅς ἐστι δύο, τρία, ἕξ, τὸ τοῦ πυρός, διότι κατὰ δύο καὶ οὗτοι κοινωνοῦσι τοῖς πρὸ αὐτῶν, τὸν τρία καὶ ἕξ, ἄκρους μὲν ὄντας ἐν ἐκείνῃ, μείζους δὲ ὅρους ἐν ταύτῃ, καὶ διότι μέντοι καὶ τὸ στοιχεῖον τοῦ πυρὸς ἕξ μὲν ἔχει πλευράς, δὶς δὲ τὴν τετράδα, γωνιακῶς καὶ ἐπιπέδως, τρίγωνον δὲ βάσιν. εἰκότως οὖν τῆς μὲν γῆς εἶναι τὸν ἑπτά, τοῦ δὲ ὕδατος τὸν ἐννέα, τοῦ δὲ ἀέρος τὸν τρισκαίδεκα, τοῦ δὲ πυρὸς τὸν ἕνδεκα, ληφθέντων τῶν λόγων ἐν ἀριθμοῖς τοῖς ῥηθεῖσιν, ἐξ ὧν οὗτοι γεγόνασιν· ἐκ μὲν γὰρ τοῦ ἕν, δύο, τέσσαρά ἐστιν ὁ ἑπτά, ἐκ δὲ τοῦ δύο, τρία, τέσσαρα ὁ ἐννέα, ἐκ δὲ τοῦ τρία, τέσσαρα, ἕξ ὁ τρισκαίδεκα, ἐκ δὲ τοῦ δύο, τρία, ἕξ ὁ ἕνδεκα, ἑκάστου δύο κοινοὺς ὅρους ἔχοντος πρὸς τὸν ἔγγύς, ὡς καὶ τὰ στοιχεῖα δύο πλευράς. τούτων δὲ συντεθέντων ὁ τριπλάσιος ἀποτελεῖται στίχος, καὶ τῶν μὲν μέσων τῶν θάτερον μειζόνων ἐλασσόνων