Ancient Greek
2.226.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.226.1-2
Unproofread scanNot analysed yet
όντων τοῦ λοιποῦ, τῶν δὲ ἄκρων ὄντων τοῦ ἐγγὺς μειζό-νων, ὡς ἐπὶ γῆς καὶ ὕδατος, ὅπου δὲ πάλιν ὡσαύτως τοῦ ὑποκειμένου ὡς ἐπὶ πυρὸς καὶ ἀέρος, ὡς δῆλον ἐπὶ τῶν ἐκκειμένων ὄρων. πάλιν τὸν πεντεκαίδεκα τοῖς οὐρανίοις διανέμει, τὴν μὲν μονάδα τῷ ταύτου κύκλῳ, τὴν δὲ διπλὴν ἑβδομάδα τῷ θάτερον κύκλῳ, διὰ τὴν διπλὴν ἑκάστου περι-φορὰν, αὐτῶν τε τῶν σφαιρῶν καὶ τῶν ἐν αὐταῖς ἀστέρων ἐν ἑπτὰ ἐκείναις ὄντων ἑπτά. ταῦτα δὲ μαθηματικῶς μὲν λεγόμενα φέρει τινὰ θεωρίαν οὐκ ἄμουσον· ὅπως δὲ ἀπει-κασται τοῖς πράγμασιν, ὑπὲρ ὧν οἱ λόγοι, καὶ ὅπως ἂν τις αὐτὰ Πυθαγορικῶς διερμηνεύσειεν, οὐδὲν λέγεται παρ’ αὐτῷ τὸν γε μὴ παρέργως ἀκροώμενον ἀποπικπλάναι δυνάμενον. ταῦτα δὲ πάντα εὑῤῥηται μὲν κομψῶς, εἰς δὲ τοὺς μοναδι-κοὺς ἀριθμοὺς ἀναπέμπει τὴν ἀνάλυσιν τοῦ Πλατωνικοῦ διαγράμματος, εἰς τοὺς λόγους τοὺς ἀπ’ ἐκείνων βλέποντος, ἵνα πάντα λάβῃ, τὰς μεσότητας, τοὺς ἡμιολίους, τοὺς ἐπιtritous, τοὺς ἐπογδόους, τὰ λείμματα, πολλοῦ δεόντων εὑρίσκεσθαι τούτων ἐν τοῖς πρώτοις ἀριθμοῖς, οἷς ἐκεῖνος <ἐν> ταῖς εἰρη-μέναις ἐχρῆσατο εἰς τὰ στοιχεῖα καὶ τὸν οὐρανὸν τῶν λόγων διανομαῖς. Ἐπὶ δὲ τούτοις κατίδωμεν ἄλλον τρόπον λόγων, ὃν ὁ ἡμέτερος διδάσκαλος ἐνέκρινε, καὶ οὐχ ἕνα τοῦτον, ἀλλὰ πολλῶν ἡμῖν καὶ θαυμαστῶν ἐπιβολῶν γεννητικόν, οὓς καὶ ἡμεῖς ἐδραττόμεθα πρότερον· λέγει γὰρ οὖν, ὅτι διχῶς τὴν πρώτην ἑκαστα τούτων ἀκουστέον, ἐφ’ ὅλης τε τῆς ψυχῆς ὡς μιᾶς καθ’ ἑνῶσιν καὶ ἐπὶ τῶν πολλῶν ἐν αὐτῇ λόγων καὶ τοῦ πλήθους τοῦ ἐν αὐτῇ κατὰ διαίρεσιν· ἔστι γὰρ ἡ ψυχὴ καὶ ἕν καὶ πλῆθος καὶ εἰς λόγος καὶ ἀριθμὸς παντοίων εἴδων, καὶ μιμεῖται τὴν τε ὁλότητα τὴν δημι-ουργικὴν καὶ τὴν διάκρισιν τῶν δυνάμεων τοῦ πατρός. πρῶτον τοίνυν αὐτὴν καθ’ ὅλην ἥτις ἐστὶ κατανοήσωμεν,