Ancient Greek
2.243.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.243.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36B] τῆς τετράκις διὰ πασῶν, εἰκότως τοῦ τόνου ληφθέντος ἄλλως νῦν ἡμῖν ἢ πρότερον καὶ τοῦ διὰ πέντε καὶ τοῦ τετράκις διὰ πασῶν, ἵνα καθ’ ὅλον ὀφθῇ ταῦτα τὸν κόσμον ὡς ἂν τοῦ ὅλου διαγράμματος ἔχοντα τὴν δύναμιν. καὶ εἰληπταὶ 5 γε πάντα κατὰ τὰς Πλάτωνος πάσας διαιρέσεις τῶν ἑγκοσμίων τριπλᾶς οὖσας, κατὰ τὰς ἰδέας, κατὰ τὰ σχήματα, κατὰ τὰς σφαῖρας. οἱ μὲν οὖν ἄλλοι πάντες ἡμύλιοι λόγοι καὶ ἐπόγδοι μερικωτέρων ἦσαν δεσμοὶ τάξεων ἐμπεριεχομένων ἢ ταῖς πέντε μοῖραις τοῦ παντὸς ἢ ταῖς εἰς ὀκτὼ καὶ ἑν- 10 D νέαις τομαῖς, οἷον θεῶν ἢ δαιμόνων ἢ ψυχῶν ἢ φύσεων ἢ σωμάτων, καὶ θεῶν οἱ μὲν ἄλλων, οἱ δὲ ἄλλων (καθ’ ἐκάστην γὰρ μοῖραν εἰσὶ τάξεις διαφόρους θεῶν καὶ ἀνὰ λόγον αἱ δεύτεραι ταῖς πρὸ αὐτῶν), καὶ δαιμόνων ὡσαύτως οἱ μὲν ἄλλης ὄντες σειρᾶς, οἱ δὲ ἄλλης, καὶ ψυχῶν καὶ 15 φύσεων καὶ σωμάτων. αὕτη δὲ ἡ διὰ πέντε συμφωνία καὶ οὗτος ὁ ἐπόγδοος λόγος μετὰ τὸ τετράκις διὰ πασῶν οὐ μάτην ἐλήφθησαν, ἀλλὰ διότι τῶν ὅλων εἰσὶ συνεκτικοὶ κοινῶς, λέγω δὲ οἷον πάντων ὁμοῦ τῶν κατὰ τὴν πενταμεροῦς τομὴν διατεταγμένων καὶ πάντων τῶν εἰς ὀκτὼ καὶ εἰς ἑν- 20 νέας διηρημένων, ὡς τὸν ἕνα λόγον συνέχειν τῆς ἐννεασφαίρου πρὸς τὴν ὀκτάσφαιρον, ὥσπερ δὴ καὶ τὰ πάντων λείμματα τῶν ἐπιτρίτων ἢ αἱ καθ’ ἑκάστην μοῖραν τῆς τετραμεροῦς διακοσμῆσεως ἔσχαται ὑφέσεις καὶ πολυμέριστοι ἢ αἱ κοινὰ πάντων εἰσὶν εἰς τὸν ἔσχατον τόπον δόσεις, δι’ ὃς καὶ θεοὶ 25 καὶ δαίμονες καὶ ψυχαὶ μερικαὶ καὶ φύσεις εἰς ἐκεῖνον καθήκουνσιν, συμφωνοῦσαι μὲν ἀλλήλαις, κατὰ δὲ τὴν ἑκάστην καὶ πᾶντην μεριστὴν συμφωνίαν, οἷαν εἶναι τὴν τῶν E ἐπιμερῶν φαμεν· εἰκότως ἄρα ὁ Πλάτων εἰς τοῦτο κατανησὰς ἐπήνεγκεν [36B], ὅτι ἔπαν ἤδη κατανηλώκει τὸ 30 κρᾶμα διαρρῶν ὁ δημιουργός· οὐδὲν γὰρ μάτην οὔτε ὁ θεὸς ποιεῖ οὐδ’ ἡ φύσις. οὔτ’ οὖν πλεῖον οὔτ’ ἔλαττον ὑπέστησε