Ancient Greek
2.244.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.244.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36B] τὸ κρᾶμα τῶν μοιρῶν, ἀλλ’ ὧσων ἐδεῖτο πρὸς αὐτὴν τὴν ὁλότητα τῆς ψυχῆς, ἐνεργῶν παρήγαγε· τὸ γὰρ ἐκ τῶν μερῶν ὅλον οὔτε πλεῖον οὔτε ἑλαττόν ἐστι τῶν οἰκείων μερῶν, ἀλλὰ πάντῃ τοῖς οἰκείοις μορίοις συμπεπληρωμένον. πᾶν οὖν τὸ μιχθὲν ἐκ τῶν ἀρμονικῶν ἐστι λόγων, καὶ 5 ἐστὶν ὡς τύπῳ εἰπεῖν ἡ ἀρμονία αὕτη πᾶσα παράδειγμα οὐσιώδες ἐν τῇ ψυχῇ τοῦ παντὸς τῆς κατὰ πάσας τὰς ἐν τῷ κόσμῳ διαιρέσεις ἀρμονίας. καὶ μὴν καὶ ὁ πᾶς ἀριθμὸς ἐστι τῆς ψυχῆς τῶν οὐσιωδῶν ἐν αὐτῇ μονάδων ἀριθμῶδες δέκα, χιλιάδες πέντε, ἑκατοντάδες <ἐννέα, δεκάδες> τέσσαρες, 10 μονάδες ἑπτά, κατὰ πάντας τοὺς τῶν ἀριθμῶν διακόσμους προελθόν· δεκαδικῶς μὲν, ἵνα κοσμικὴ ψυχὴ γένηται· κόσμον γὰρ ἡ δεκὰς ἀριθμὸς· πεμπαδικῶς δέ, ἵνα πρὸς ἑαυτὴν F ἐπεστραμμένη τυγχάνῃ· ἐπιστρεπτικὴ γὰρ ἡ πεμπὰς εἰς ἑαυτὴν· ἐννεαδικῶς δέ, ἵνα μὴ μοναδικῶς συνέχῃ τὸ πᾶν, ἀλλὰ 15 καὶ ὡς ἄχρι τῶν ἐσχάτων ἀπὸ μονάδος ἐλθῶν· τετραδικῶς δέ, ὡς τὴν τετραμερῆ συνάγουσα διαίρεσιν εἰς ἓν· ἑβδομαδικῶς δέ, ὡς πάντα ἐπιστρέφουσα πρὸς τὴν μονάδα, πρὸς ἣν καὶ ἡ ἑβδομὰς ἀνῆκται, μόνη ἀμήτωρ οὖσα καὶ ἀθῆλυντος. καὶ ἐν ταύτῃ μέν ἐστιν ὁλικῶς, ἐν δὲ ταῖς θείαις 20 ψυχαῖς ὡς ἐνεργούσαις πρὸς ἐκείνην ὁλικῶς καὶ μερικῶς, 213 ἐν δὲ ταῖς δαιμονίαις ὡς ἔτι μερικώτερον ἐνεργούσαις ἀνάπαλιν μερικῶς καὶ ὁλικῶς, ἐν δὲ ταῖς ἀνθρωπίνοις μερικῶς μόνον καὶ γνωστικῶς μόνον· οὕτω γὰρ καὶ πάντα ἐν αὐταῖς τὰ εἴδη, οἷον ἀνθρώπου, δαίμονος, θεοῦ, ἵνα γνω- 25 σκωσι πάντα διὰ τούτων ἐν τοῖς κρείττοσιν ὄντων ἄμα ποιητικῶς καὶ γνωστικῶς. τοῦτο μὲν οὖν τὸ μίγμα μόνης ἐστὶ τῆς ὅλης ψυχῆς· καὶ ἐφ’ ἑκάστης τῶν θείων ψυχῶν ὡσαύτως καὶ ὁμοίως ἐπὶ τῶν δαιμονίων ψυχῶν, ὧν ἑκάστη νοῦν τε ὑπερκείμενον ἔχει τῆς οἰκείας οὐσίας καὶ ὄχημα 30