Ancient Greek
2.245.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.245.2
Unproofread scanNot analysed yet
Ταύτην οὖν δὴ τὴν σύστασιν πᾶσαν διπλὴν κατὰ μήκος σχίσας, μέσην πρὸς μέσην ἑκατέραν ἀλλήλαις οἷον χῖ προσβαλὼν [36B]. Πρῶτον εἰπεῖν χρὴ μαθηματικῶς, ὁποῖόν ἐστι τὸ σχῆμα τῆς ψυχῆς, ἐπεὶδ’ οὕτω τὴν τῶν πραγμάτων θεωρίαν ἐπενεγκεῖν, ἵνα καλῶς ὑπὸ τῆς φαντασίας ποδηγηθέντες καὶ πρὸς τὴν ἐπιστημονικὴν ἀντίληψιν τῶν λεγομένων ἑαυτοὺς ἐπιτηδεῖους παράσχωμεν. νενοήσθωσαν οὖν οἱ ἀριθμοὶ πάντες ἐφ’ ἑνὸς γεγραμμένοι κανόνος, ὥσπερ δὴ καὶ ποιεῖν εἰώθασιν οἱ ἁρμονικοὶ, καὶ ἔστω ὁ κανὼν καθ’ ὅλον τὸ ἑαυτοῦ βάθος ἔχων τοὺς ἀριθμούς, καὶ διηρήσθω κατὰ μήκος ὁ κανών. ἔσονται δὴ καθ’ ἑκατέρον τῶν τμημάτων οἱ λόγοι πάντες· εἰ μὲν γὰρ κατὰ πλάτος ἡ διαίρεσις ἐγεγόνει, τοὺς μὲν ὡδί, τοὺς δὲ ὡδὶ τῶν ἀριθμῶν ἀπολαμβανέσθαι πάντως ἀναγκαῖον ἦν· ἐπεὶ δὲ κατὰ μήκος ἡ σχῖσις, ἐν δὲ παντὶ τῷ μήκει πάντες, ἐν ἑκατέρῳ τῶν μορίων οἱ αὐτοὶ ἔσονται· ἐκεῖνο γὰρ δῆλον, ὅτι οὐ ταὐτὸν τὸ μήκος διελεῖν καὶ κατὰ τὸ μήκος· τοῦτο μὲν γὰρ σημαίνει δι’ ὅλου φοιτᾶν τοῦ μήκους τὴν σχῖσιν, ἐκεῖνο δὲ αὐτὸ τέμνειν δηλοῖ τὸ μήκος. διηρήσθω δ’ οὖν ὁ κανὼν οὕτω κατὰ μήκος, καὶ προσβεβλήσθω τὰ δύο ταῦτα μήκη ἀλλήλοις κατὰ τὰ σημεῖα τὰ δίχα τέμνοντα τὰ μήκη, μὴ πάντως πρὸς ὀρθάς (οὐδὲ γὰρ οἱ κύκλοι ἔσονται πρὸς ὀρθάς), καὶ κατακεκάμφθωσαν αἱ εὐθεῖαι οὕτως, ὥστε κατὰ τὰ ἄκρα πάλιν συνάπτεσθαι. γίγνονται δὴ δύο κύκλοι, καὶ τούτων γεγονέτωσαν ὁ μὲν ἐντός, ὁ δὲ ἐκτός, λοξοὶ πρὸς ἀλλήλους. καλεῖται