Ancient Greek
2.246.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.246.1-2
Unproofread scanNot analysed yet
τοίνυν ὁ μὲν ταύτου κύκλος, ὁ δὲ θάτερου, καὶ ἔστιν ὁ μὲν οἷον κατὰ τὸν ἰσημερινόν, ὁ δὲ κατὰ τὸν ζῳδιακόν· περὶ μὲν γὰρ τὸν ζῳδιακὸν φέρεται πᾶς ὁ θάτερου κύκλος, περὶ δὲ τὸν ἰσημερινὸν ὁ ταύτου· διὸ καὶ τὰς εὐθείας οὐκ ὡμεθα δεῖν πρὸς ὀρθὰς λαμβάνειν, ἀλλ’ οἷονεὶ χῖ, καθάπερ ὁ Πλάτων φησίν, ὥστε τὰς κατὰ κορυφὴν ἴσας εἶναι μόνον, τὰς δὲ ἐφ’ ἑκάτερα καὶ ἐφεξῆς ἀνίσους· οὐδὲ γὰρ ὁ ἰσημερινὸς πρὸς ὀρθὰς τέμνει τὸν ζῳδιακόν. τὸ μὲν οὖν μαθηματικὸν ὡς συντόμως εἰπεῖν περὶ τοῦ σχήματος τῆς ψυχῆς τοιοῦτόν ἐστιν. ἐξ ἀρχῆς δὲ πάλιν αὐτὰ τὰ πράγματα θεωροῦντες λέγωμεν πρὸς τὴν ψυχικὴν οὐσίαν ἐπανάγοντες τοὺς λόγους. καὶ πρῶτον ἐκεῖνο διορισώμεθα, ὅτι κατὰ μὲν τὰς μαθηματικὰς ἐπιστήμας διῆρται ἀπ’ ἀλλήλων τὸ τε συνεχὲς καὶ τὸ διωρισμένον καὶ ἀντίκειται πρὸς ἀλλήλα τρό- D πον τινά, καὶ οὔτε τὸ διωρισμένον συνεχὲς εἶναι δυνατόν οὔτε τὸ συνεχὲς διωρισμένον. ἐπὶ δὲ τῆς ψυχῆς ἀμφότερα συντρέχει, καὶ ἡ ἕνωσις καὶ ἡ διαίρεσις· καὶ γὰρ μονάς ἐστι καὶ ἀριθμός, καὶ εἷς λόγος καὶ πλῆθος, ἕν τε καὶ πολλά, καὶ ὡς μὲν ὅλον οὐσα συνεχὴς ἐστιν, ὡς δὲ ἀριθμὸς διηρημένη κατὰ τοὺς ἐν αὐτῇ λόγους, καὶ διὰ μὲν τῆς συνεχείας ὁμοιουμένη πρὸς τὴν ἕνωσιν τῶν νοητῶν, διὰ δὲ τοῦ πλήθους πρὸς τὴν διάκρισιν, καὶ ἔτι τούτων ἀνωτέρω κατὰ μὲν τὴν ἕνωσιν εἰκόνα καὶ ἔμφασιν ἔχουσα τοῦ ἑνός, κατὰ δὲ τὴν διαίρεσιν καὶ τὸ πλῆθος τῶν θείων ἀριθμῶν. διόπερ οὔτε ἀριθμητικὴν ἔχει μόνον τὴν οὐσίαν (οὐ γὰρ ἂν ἦν συνεχὴς), οὔτε γεωμετρικήν (οὐ γὰρ ἂν ἦν διωρισμένη), ἄμα δὲ ἐστιν ἀμφότερα. καὶ ἀριθμητικὴν ἄρα καὶ γεωμετρικὴν αὐτὴν ῥητέον. ἀλλὰ καθόσον ἀριθμητικὴ ἐστιν, ἔχει καὶ τὴν ἀρμονικὴν ὁμοῦ κατ’ οὐσίαν (τὸ γὰρ πλῆθος ἡρμοσμένον ἐστὶ τὸ ἐν αὐτῇ, καὶ ἐν ταύτῳ τὸ τε καθ’ αὐτὸ καὶ τὸ πρὸς τι ποσὸν συνείληφεν), καθόσον δὲ γεωμετρική, τὴν σφαιρικήν· οἱ γὰρ ἐν αὐτῇ κύκλοι καὶ ἀκίνητοί εἰσι καὶ