Ancient Greek
2.249.1 to 2.249.28
Proclus Phil., In Platonis Timaeum Commentaria 2.249.1-2-28
Unproofread scanNot analysed yet
οὐρανὸν εἰς τε τὴν ταύτου καὶ τὴν ἑτέρου περιφορὰν, ἐπὰ δὲ μετὰ ταύτας αἱ τὰς πλανωμένας διακοσμοῦσαι. συμφωνότερον δὲ τοῖς τοῦ Πλάτωνος ὁήμασιν εἶναι νομί- ζομεν τὸ μήτε ἐπὶ τῶν ὑπερκοσμίων ἐκείνων ψυχῶν ἀκούειν τὰ λεγόμενα νῦν μήτε ἐπὶ τῶν ἐγκοσμίων τῶν πολλῶν, ἀλλ’ ἐπ’ αὐτῆς τῆς τοῦ παντὸς ψυχῆς. αὐτὸς γοῦν ἔρει μικρὸν προελθὼν [36 D] μετὰ πάσας τὰς διαιρέσεις· ἐπεὶ δὲ κατὰ νοῦν τῷ ξυνιστάντι πᾶσα ἡ τῆς ψυχῆς σύστα- σις γεγέννητο, μετὰ τοῦτο πᾶν τὸ σωματοειδὲς ἐντὸς αὐτῆς ἐτεκταίνετο· μίαν τε ὀνομάζων καὶ ταύτην οὐκ ἄλλην ἢ τὴν τοῦ παντὸς· αὕτη γάρ ἐστιν ἡ περιέχουσα τὸ σωματοειδές. τὰς τε οὖν διαιρέσεις τὰς δημιουργικὰς καὶ τὰς διττὰς γραμμὰς καὶ τοὺς κύκλους ἐπ’ αὐτῆς ληπτέον· καὶ γὰρ οὐκ ἀπορήσομεν λόγων. ἐπειδή γοῦν συναγωγός ἐστὶ τῶν τε ἀκινήτων πάντων καὶ τῶν ἑτεροκινήτων, τῶν τε ἀμερίστων καὶ τῶν μεριστῶν, τῶν τε παραδειγμάτων καὶ τῶν ἐσχάτων εἰκόνων, τῶν τε ὄντως ὄντων καὶ τῶν οὐκ ὄντως οὐκ ὄντων, εἰκῶς διπλῆ τις αὐτῆς ἐστὶν ἡ φύσις, ἡ μὲν πρὸς τοῖς κρείττοσιν, ἡ δὲ πρὸς τοῖς ὑφεμένοις, διότι δὴ καὶ ταῦτα πάνταπασιν ἀλλήλων κεχωρισμένα δεῖται καὶ αὐτὰ τρόπον τινὰ δυοῖν μεσοτήτων. ἀλλ’ ἐπὶ μὲν τῶν αἰσθητῶν δύο τὰ συνάπτοντα τὰ διηρημένα ἀπ’ ἀλλήλων, ἐπὶ δὲ τῶν ἀσωμάτων μία ἐστὶν οὐσία δυοειδὴς συνδετικὴ τῶν ἄκρων, ἧς τὸ μὲν τοῖς νοητοῖς συναφές ἐστι νοερὸν, ἐπιστημονικόν, φρονήσει θείᾳ διαλάμπον, ἀναγωγόν, τὰς αἰτίας τῶν πραγ- μάτων περιέχον, τὸ δὲ τοῖς μεριστοῖς προσεχές ἑτεροποιῶν, ἑφαπτόμενον τῶν αἰσθητῶν, ἐπιτρέχον τῇ προνοίᾳ τῶν δευ- τέρων, τεχνικὸν καὶ ὅσα ἄλλα τούτοις ἐστὶ συγγενὴ περι- ειληφός. ἐν ἑκατέρῳ δὲ τούτων οἱ λόγοι πάντες εἰσί· ταύτη γὰρ ἡ οὐσία τῆς ψυχῆς διενήνοχε τῆς νοερᾶς οὐσίας· ἡ μὲν