Ancient Greek
2.249.31
Proclus Phil., In Platonis Timaeum Commentaria 2.249.31
Unproofread scanNot analysed yet
γὰρ μονοειδὴς ἐστὶ καὶ πάντα τὰ εἴδη μοναδικῶς προεἴληφεν, ἡ δὲ δυαδικὴ καὶ τοὺς αὐτοὺς λόγους ἔχει διανοητικῶς καὶ Ε δοξαστικῶς, ἄλλως μὲν ἐν τῷ ταύτου κύκλῳ, ἄλλως δὲ ἐν τῷ ἑτέρου· καὶ γὰρ μονὰς ἐστὶ καὶ δυὰς, μιμουμένη καὶ ταύτη τὴν ἑαυτῆς αἰτίαν, ἢ καὶ μονὰς ἐστὶ καὶ δυὰς ὡς πρὸς μονάδα τὸν πατέρα τῶν νοερῶν θεῶν· καὶ γὰρ αὕτη μονὰς μὲν ἐστὶν ὡς πρὸς τὸ πᾶν, δυὰς δὲ ὡς πρὸς τὸν νοῦν· ὅλος γὰρ ἡ διαίρεσις αὕτη καὶ ὁ πληθυσμὸς ἀπ’ ἐκείνης ὑπάρχει τῆς θεότητος. προόδου γοῦν καὶ πλήθους καὶ πολλαπλασιασμῶν αἰτίον ἐστὶ τὸ ζωογονικόν· διὸ καὶ τῶν φιλοσόφων τινὲς τοῖς θεοῖς ἐξομοιοῦντες τὰ ἀπ’ αὐτῶν τοὺς μὲν νοῦς κατὰ τὸ ἄρρεν γένος τῶν θεῶν, τὰς δὲ ψυχὰς κατὰ τὸ θῆλυ τάττειν ἀξιοῦσι· νοῦς μὲν γὰρ ἀδιαίρετος καὶ περισσοειδής, ψυχὴ δὲ διαιρετὴ καὶ δυοειδής, καὶ ὁ μὲν ταῖς πατρικαῖς αἰτίαις, ἢ δὲ ταῖς γονίμοις ἀνὰ λόγον, καὶ ὁ μὲν τοῦ πέρατος ὧν συγγενής, ἢ δὲ τῆς ἀπειρίας. καὶ εἴ με ἔροιτο, πῶς ἡ ψυχὴ μία καὶ πῶς δυοειδής, εἴποιμ’ ἄν, μία μὲν ὡς αὐτοκίνητος (τοῦτο γὰρ κοινὸν ἀπάσης τῆς ψυχικῆς ζωῆς καὶ τῶν ἐν αὐτῇ μερῶν), δυοειδὴς δὲ κατὰ τὰς διττὰς ζωάς, τὴν τε πρὸς τὰ πρῶτα ἐπιστρεφομένην καὶ τὴν τῶν δευτέρων προνοοῦσαν. καὶ κατὰ μὲν τὸ οὐσιῶδες τὴν μίαν αὐτὴν ἔχειν φήσω ζωήν (καὶ γὰρ τὸ αὐτοκίνητον οὐσία τῆς ψυχῆς), κατὰ δὲ τὸ ταυτὸν καὶ ἕτερον διττὰς <τὰς> ἑαυτῆς διορίζειν ζωάς. ἀλλὰ διὰ τί εὐθυγραμμικῶς ὑφίστησι τὴν ψυχὴν πρῶτον, ἔπειτα κυκλικῶς; καὶ τίνα τρόπον ἡ εὐθεῖα γραμμὴ προσήκει τῇ οὐσίᾳ τῆς ψυχῆς; ***ἀνὰ λόγον τῇ εὐθείᾳ γραμμῇ νοεῖν· ὡς γὰρ ἡ εὐθεῖα γραμμὴ ποθὲν ποὶ πρόεισιν ἀπαρεγκλίτως καὶ ὡρισμένως —μία γὰρ εὐθεῖα μόνη μεταξὺ δύο σημείων ἐστὶ —καὶ ὡς ἀπειρὸς ἐστὶ τῇ φύσει τῇ ἑαυτῆς, οὕτω καὶ ἡ ψυχὴ γεννᾶται δύναμὶς οὖσα ἀπειρος· καὶ ὡς τὸ σημεῖον τὸ ἀδιάστατον ἡγεῖται τῆς γραμμῆς, οὕτω δὴ καὶ ὁ νοῦς προηγεῖται τῆς ψυχῆς,