Ancient Greek
2.251.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.251.1-2
Unproofread scanNot analysed yet
περιέχων αὐτὴν ἀδιαirέτως καὶ πᾶσαν αὐτῆς τὴν οὐσίαν ἀμερίστως προειληφώς· νῷ γὰρ τὸ ἀμερὲς οἰκεῖον, ψυχῇ δὲ τὸ πρῶτως μεριστόν. τοιοῦτον δὲ τὸ σημεῖον καὶ ἡ γραμμὴ· ταῦτ’ οὖν διεστήσατο καλῶς, καὶ τῇ ψυχῇ τὴν εὐθεῖαν ἀνῆκεν ὁ λόγος καὶ ἐπὶ ταύτῃ τὸν κύκλον, ὃ δὴ γραμμὰς εἶναι φαμεν ἀπλᾶς, τῷ δὲ νῷ τὸ σημεῖον· ἐκεῖθεν γὰρ οἷον ἐξ ἀδύτου τινὸς ἀναφαίνεται ὁ τῆς ψυχῆς λόγος, ἐκφαίνων τοῦ νοῦ τὸ ἀμερὲς καὶ ἀπαγγέλλων αὐτοῦ τὴν σιγωμένην καὶ ἄφραστον ἕνωσιν· αὐτὸς δὲ ὁ νοῦς ἵδρυται ἐν ἑαυτῷ μονίμως, πάντα νοῶν ἡσύχως, σημεῖον μὲν ὢν καὶ κέντρον ὡς πρὸς τὴν ψυχήν, εἰ μὲν ἡ ψυχὴ κύκλος, αὐτὸς ὢν τὸ κέντρον, ἢ τοῦ κύκλου δύναμις, εἰ δὲ ἡ ψυχὴ γραμμὴ ὡς εὐθεῖα, σημεῖον ὢν αὐτός, ἀδιαστάτως δὲ τὸ διαστατὸν καὶ ἀμερῶς τὸ μεριστὸν καὶ κεντρικῶς τὸ κυκλικὸν περιέχων εἶδος, κύκλος ὡς πρὸς τὴν τάγαθοῦ φύσιν, περὶ ἣν ὅλος πανταχόθεν συννεύει πόθῳ τοῦ ἑνὸς καὶ τῆς [τοῦ ἑνὸς καὶ τῆς] πρὸς τὸ ἓν συναφῆς. ἔτι καὶ καθ’ ἕτερον τρόπον τῇ ψυχῇ τὴν γραμμὴν προσῆκειν ἑροῦμεν· νοῦς μὲν γάρ, καὶ εἴ τις αὐτῷ διδοίη κίνησιν, ἀμετάβατον ἔχει ταύτην τὴν ἐνέργειαν· ὅλον γὰρ ὁμοῦ θεάται τὸ νοητόν, αἰώνιον ζωὴν ἔχων περὶ τὰ αὐτὰ καὶ ἐν τῷ αὐτῷ καὶ κατὰ ταῦτὰ ἐνεργῶν· ψυχὴ δὲ μεταβατική· ἄλλοτε γὰρ ἄλλοις εἴδεσι προσβάλλει, κἂν τὴν τοῦ παντὸς εἴπης· ἴδιον γὰρ τοῦτο ψυχῆς, τὸ διὰ χρόνου ἐνεργεῖν, ὡς ἐν τῷ Φαίδρῳ [247 D] φησί. πᾶσα δὲ κίνησις μεταβατικὴ γραμμὴ ἐστιν· ἔχει γὰρ <τὸ> ποθὲν ποὶ καὶ τὸ κατ’ εὐθεῖαν καὶ ἑτέραν μὲν τὴν ἀρχήν, ἑτέραν δὲ τὸ πέρας. ὥστε καὶ ταύτῃ τὴν γραμμὴν ἐπὶ τὴν ψυχικὴν ἀναπέμψομεν ζωήν. ἔτι τὸ μὲν ἀκίνητον αἴτιον τῶν αὐτοκινήτων ἐστὶ κινητικόν· ταῦτα γὰρ αὐτοῦ μετέχει προσεχῶς· τὸ δὲ αὐτοκίνητον τῶν ἑτεροκινήτων. ἐπεὶ τοίνυν ἡ