Ancient Greek
2.258.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.258.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36 BC] οὔσα ψυχὴ πρὸς τὸν ἔσχατον οὐρανὸν ἐκ μέσου πάντη διαπέπλεκται· τίνα γὰρ τρόπον οἱ κρικοὶ δι’ ὅλου τέτανται τοῦ σφαιρικοῦ σώματος; πρὸς τῷ καὶ σωματικοὺς μὲν ὄντας ἀποφαίνειν ἔξω τι σῶμα τοῦ παντὸς καὶ δὴ καὶ κενὸν ποιεῖν, περιχειμένους κατὰ τι τῇ ἐπιφανείᾳ τῆς σφαῖρας ὡς 5 ἐπὶ τῶν κρικωτῶν σφαιρῶν, κύκλους δὲ ὄντας αὐτοὺς συμβαθύνεσθαι τῷ σώματι διὰ τὴν ἐκ μέσου μέχρι τῶν ἐσχάτων τάσιν. ἀσχημάτιστον ἄρα δεῖ τὸ σχῆμα νοεῖν τὸ ζωογόνον τοῦτο τῶν ψυχῶν καὶ ἀδιάστατον, εἰ μὴ μέλλομεν πολλῆς ἀλογίας ἡμᾶς αὐτοὺς ἀναπλήσειν καὶ τὴν Πλάτωνος 10 θεωρίαν, οἷαν καὶ Ἀριστοτέλης εἰσήγαγε, μέγεθος εἶναι τὴν ψυχὴν ὑπολαβόν κατ’ αὐτὸν διὰ τὸν κύκλον, καὶ ἀποδεικνύς, ὡς τοιαύτην οὔσαν ἀδύνατον εἶναι νοερὰν· ὁ γὰρ νοῦς ἀμερὴς καὶ τῶν νοητῶν ἀμερῶν ὄντων νοητικός. πρόσθεσι δὲ καὶ τὸ τοιαύτην οὔσαν μεριστὴν μὲν εἶναι μό15 νως, ἀμερῆ δὲ οὐδαμῶς καίτοι γε τῆς οὐσίας αὐτῆς πρὸς τῷ μεριστῷ καὶ ἀμεροῦς οὔσης. εἴτε δὲ κύκλος ἐστὶν εἴτε κρῖκος, μόνως [περὶ] τὴν μεριστὴν ἔχει φύσιν καὶ οὐδαμοῦ τὸ ἀμερές.