Ancient Greek
2.258.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.258.3
Unproofread scanNot analysed yet
Καὶ τῇ κατὰ ταῦτὰ ἐν ταύτῳ περιεχομένῃ κινήσει πέριξ αὐτὰς ἔλαβε [36 C]. Δαιμόνιος ὁ τρόπος ὡς ἐστὶ τῆς ἐν τούτοις ἐπιβολῆς τοῦ θείου Ἰαμβλίχου καὶ αὐτῆς τῆς τοῦ Πλάτωνος διανοίας ἀπριξ ἀντεχόμενος· τὴν γὰρ κατὰ ταῦτα καὶ ἐν ταύτῳ περιεχομένῃ κίνησιν οὐχ ὡς οἱ πρὸ αὐτοῦ τῶν ἐξηγη25 τῶν ἐπὶ τῆς ψυχῆς οἴεται δεῖν ἀκούειν (ἐν αὐτῇ γὰρ ἐστὶν ἤδε καὶ οὐ περὶ αὐτὴν ἢ τῆς ψυχῆς κίνησις), ἀλλ’ ἐπὶ τοῦ νοῦ καὶ τῆς νοερᾶς ζωῆς· καὶ γὰρ οὐδαμοῦ φαίνεται τοῦ λοιποῦ τῷ νῷ τὴν ψυχὴν συνάπτεσθαι· δεῖ δέ, ἵνα καὶ τοῦτο