Ancient Greek
2.258.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.258.2
Unproofread scanNot analysed yet
Καὶ τῇ κατὰ ταῦτὰ ἐν ταύτῳ περιαιγομένῃ κινήσει πέριξ αὐτὰς ἔλαβε [36 C]. Δαιμόνιος ὁ τρόπος ὧντως ἐστὶ τῆς ἐν τούτοις ἐπιβολῆς τοῦ θείου Ἰαμβλίχου καὶ αὐτῆς τῆς τοῦ Πλάτωνος διανοίας ἀπριξ ἀντεχόμενος· τὴν γὰρ κατὰ ταῦτὰ καὶ ἐν ταύτῳ περιαιγομένην κίνησιν οὐχ ὡς οἱ πρὸ αὐτοῦ τῶν ἐξηγητῶν ἐπὶ τῆς ψυχῆς οἴεται δεῖν ἀκούειν (ἐν αὐτῇ γὰρ ἐστὶν ἥδε καὶ οὐ περὶ αὐτὴν ἢ τῆς ψυχῆς κίνησις), ἀλλ’ ἐπὶ τοῦ νοῦ καὶ τῆς νοερᾶς ζωῆς· καὶ γὰρ οὐδαμοῦ φαίνεται τοῦ λοιποῦ τῷ νῷ τὴν ψυχὴν συνάπτων· δεῖ δέ, ἵνα καὶ τοῦτο