Ancient Greek
2.259.1 to 2.259.28
Proclus Phil., In Platonis Timaeum Commentaria 2.259.1-2-28
Unproofread scanNot analysed yet
προσθεὶς ζῶον ἔμψυχον ἔννουν ἀποφαίνῃ τὸ πᾶν. οὕ- τως οὖν καὶ ἡμῖν ἀκουστέον τὴν ἐν ταύτῳ κατὰ ταῦτά περιαγομένην κίνησιν, τὴν νοερὰν· αὕτη γὰρ περιέχει τὴν ψυχὴν, ὥσπερ ἡ ψυχὴ περικαλύπτει τὸν οὐρανόν. ἀλλ’ ὁ 5 μὲν νοῦς κίνησίς ἐστιν ἀκίνητος· ὅλη γὰρ ἅμα καὶ ἐνιαίως ὑφέστηκεν· ἡ δὲ ψυχὴ κίνησις αὐτοκίνητος· καὶ ὁ μὲν μονοειδὴς ἐστιν, ἡ δὲ δυοειδής, καὶ ὁ μὲν εἷς καὶ ἀδιαί- ρετος, ἡ δὲ ἑαυτὴν διαιροῦσα καὶ πολλαπλασιάζουσα. μετ- ἔχει δὲ ἡ ψυχὴ τοῦ νοῦ, καθόσον ἐστὶ νοερά, καὶ δι’ αὐτοῦ 10 συνάπτεται [καὶ] πρὸς τὸν θεῖον νοῦν· νοῦ γὰρ ἡ τοῦ παντὸς ψυχὴ μετέχουσα πρὸς τὸ νοητὸν ἄνεισιν. ἀνάγκη τοίνυν νοερὰν εἶναι τὴν ἐν τῷ αὐτῷ καὶ κατὰ ταῦτά περι- αγομένην κίνησιν, ἄλλην οὖσαν ζωὴν τῶν δύο κύκλων, εἴπερ αὐτοὺς περιέλαβεν. ἡ οὖν τοῦ μεθεκτοῦ ταύτην νοῦ φή- 15 σομεν ὑπερκαθημένου προσεχῶς τῆς ψυχῆς ἢ αὐτοῦ τοῦ δημιουργοῦ τῆς ψυχῆς. ἀλλὰ μὴν ἀδύνατον τούτου· τοῦ ἄρα μεθεκτοῦ νοῦ ταύτην εἶναι φατέον. ὅτι δὲ νοερὰ οὖσα κίνησις ἡ κατὰ ταῦτά καὶ ἐν ταύτῳ περιαγομένη καὶ ὑπὲρ ψυ- χὴν οὐκ ἔστιν ἢ αὐτοῦ τοῦ δημιουργοῦ τῆς ψυχῆς, μάθοι τις 20 ἂν, ὅτι τὸ πᾶν αὐτὸς ἔννουν ἐποίησεν, οὐχ ἑαυτὸν ἐπιδούς τῷ παντὶ καθάπερ τὴν ψυχὴν, ἀλλ’ ἕτερον νοῦν μεθεκτόν, ὃν ἔδειξμεν ἔμπροσθεν [I 406, 14ss], ὑπερκαθημένον, ὡς εἴρηται, τῆς ψυχῆς· νοῦν γὰρ ἐν ψυχῇ, ψυχὴν δὲ ἐν σώ- ματι θεὶς τὸ πᾶν συνετεκτήνατο [Tim. 30B], καὶ δῆλον, 25 ὡς οὐχ ἑαυτὸν ἐν τῇ ψυχῇ θεὶς· γελοῖον γάρ, εἰ ἑαυτὸν ἐγκατέ- ταξε τῇ ψυχῇ, χωριστὸς ὢν. πᾶν γοῦν τὸ ὅν αὐτὸς ὁ Πλάτων ἐν τοῖς ἐπομένοις [52A] οὔτε εἰς ἑαυτό φησιν ἄλλο χω- ρεῖν οὔτε αὐτὸ εἰς ἄλλο ἱέναι· τούτου δὲ ὄντος ἀληθοῦς οὐκ ἂν ὁ δημιουργ(ικ)ὸς νοῦς εἰς ψυχὴν ἑαυτὸν τιθείη. καὶ