Ancient Greek
2.26.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.26.1-2
Unproofread scanNot analysed yet
πλεῖστον διεστῶτα ἀλλήλων καὶ ἀποδιδράσκοντα ἄλληλα φειδοῖ τῆς ἑαυτῶν οὐσίας οὐ δυνατὸν ἑαυτὰ συνάγειν· ὑπ’ ἄλλου ἄρα συνάγεται. τοῦτο δ’ ἐστὶν ὁ δεσμός. ὥστε δεήσει τρίτον τινός· ἀπὸ δυάδος ἄρα προῆλθεν ἐπὶ τριάδα τὸ πᾶν. ἦρξato μὲν γὰρ ἀπὸ δυάδος, ὅτι πᾶσα γένεσις οἰκείως ἔχει πρὸς ταύτην τὴν ἀρχήν· ἡ γὰρ ἑτερότης καὶ τὸ ἄπειρον καὶ τὸ Ἐμπεδόκλειον νεῖκος τοῖς γενητοῖς προσῆκει πράγμασι· προῆλθε δὲ ἄχρι τριάδος τὸ γε νῦν διὰ τὸν δεσμόν. πάλιν οὖν γῆς καὶ πυρὸς μέσον τι ληπτέον τρίτον, ἄμφοῖν συναγωγόν, καὶ ἔστω τοῦτο τὸ ὑγρὸν παραδείγματος χάριν, ὃ καὶ ἀέρι κοινὸν ἐστὶ καὶ ὕδατι· τοῦτο γὰρ συνεκτικὸν μὲν ἐστὶ τῆς γῆς ὡς συγκολλῶν αὐτὴν καὶ συνέχον διαπεφορημένην, ὑποκείμενον δὲ τῷ πυρὶ τροφὴν αὐτῷ παρέχεται καὶ διαμονήν. ἀπὸ δὲ τῆς τριάδος ταύτης ἡ τετράς ἀναφανήσεται μικρὸν ὕστερον [Tim. 32B], διότι στερεὰ τὰ συνδοῦμένα ἐστιν. ὀρθῶς ἄρα εἴρηται τὸ κάλλος καὶ τὴν ἐναρμόνιον κοινωνίαν καὶ τὴν ἕνωσιν παρέχειν ὁ δεσμός. τίς δὲ οὗτός ἐστι καὶ ὅπως ἐνυπάρχει τοῖς δεδεμένοις, διὰ τῶν ἐξῆς λόγων παρίστησι.