Ancient Greek
2.26.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.26.2
Unproofread scanNot analysed yet
Τοῦτο δὲ πέφυκεν ἀναλογία κάλλιστα ἀποτελεῖν [31 C]. Ταύτην δὴ τὴν ἀναλογίαν φατέον εἶναι τὸν νυνὶ ζητούμενον δεσμόν, τὸ δὲ μέσον ἢ τὰ μέσα κατὰ τὸν τρίτον τρόπον εἶναι δεσμούς· ἡ γὰρ ἀναλογία καὶ ἐν αὐτοῖς ἐστὶ τοῖς τὸν αὐτὸν ἔχουσι λόγον καὶ ἑαυτὴν πέφυκε μετ’ ἐκείνων συνδεῖν, ἐκεῖνα μὲν διὰ τῶν λόγων, ἑαυτὴν δὲ τῷ τὸ αὐτὸ σῴζειν εἶδος ἐν τοῖς κατ’ ἀριθμὸν διαφόροις καὶ τὸ ἓν ἐν τῷ πλήθει φερόμενον· τοῦτο γὰρ ἔχει παρ’ ἑαυτῆς καὶ κατὰ τὸν ἑαυτῆς λόγον, καὶ εἰκῶτως. ἀπὸ γὰρ ἰσότητος ἡ ἀναλογία πρόεισιν, ἡ δὲ ἰσότης τῆς τοῦ ἑνὸς ἐστὶ συστοιχίας.