Ancient Greek
2.260.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.260.3-2
Unproofread scanNot analysed yet
Τούτους τοὺς δύο κύκλους ὁ μὲν θεῖος Ἰάμβλιχος εἰς χωριστὸν τῶν ψυχῶν νοῦν καὶ ἀχώριστον ἀνήνεγκε καὶ τὴν ἐν ταύτῳ περιεγομένην κίνησιν τὴν πέριξ αὐτοὺς λαβούσαν, ὡς τοῦ μὲν περιέχοντος τὰς δύο ψυχάς, τοῦ δὲ ἐν αὐταῖς ὄντος, καὶ τοῦ μὲν ἀμιγοῦς ἀπὸ τῆς ἄλλης ζωῆς καὶ τῶν δυνάμεων τῆς ψυχῆς, τοῦ δὲ μιγνυμένου πρὸς αὐτὰς καὶ κατευθύνοντος, ἀφ’ ἧς αἰτίας καὶ ὅλη <ἡ> ψυχὴ μονίμως ἐνεργεῖ καὶ πρὸς αὐτὸν ἐνοῦται τὸν δημιουργόν. ὁ δὲ ἡμέτερος λόγος τὰς διττὰς νοητικὰς καὶ ἐπιστρεπτικὰς ζωὰς ἐξηγεῖται τῆς ψυχῆς καὶ τὰς διττὰς δυνάμεις, τὴν τε διανοητικὴν καὶ τὴν δοξαστικήν· ἔχει γὰρ καὶ ἡ τοῦ