Ancient Greek
2.261.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.261.1-2
Unproofread scanNot analysed yet
παντὸς ἀμφότερα. ἐπεὶ καὶ αὐτὸς ὁ Πλάτων ἐν τῷ Φαῖδρῳ [246 AB] τὸν μὲν ταυτοῦ, τὸν δὲ ἑτέρου τῶν ἵππων ἔλεγε, καίτοι καὶ τοῖς θεοῖς ἵππους ἀποδιδούς, ἀλλ’ ἀγαθούς καὶ ἐξ ἀγαθῶν. κἄνταῦθα τοίνυν ὁ μὲν ἔξω τῶν κύκλων ὁ διανοητικὸς ἐστιν, ὁ δὲ ἐντὸς ὁ δοξαστικός· δύναμιν γὰρ ὁ δημιουργὸς ἐνδεδωκε τῷ διανοητικῷ, καθ’ ἣν θειότερός ἐστι τοῦ δοξαστικοῦ· μᾶλλον γὰρ ἤνωται καὶ νοερώτερός ἐστι· τὸ γὰρ ἐπιφημίσαι τοῦτο μήτοι θέσιν ὀνόματος φιλήν ὑπολάβης, ἀλλὰ μετάδοσιν δυνάμεως ταυτοποιιόν, ὥσπερ καὶ τῷ δοξαστικῷ τὸ ἑτεροποιὸν ἀπένειμε. πρότερον μὲν οὖν τὴν ὁμοιότητα τῆς ψυχῆς αὐτῆς πρὸς ἑαυτὴν ἀνεδίδασκε, νῦν δὲ καὶ τὴν ὑπεροχὴν αὐτῆς πρὸς ἑαυτὴν καὶ τὴν ὑφεσιν προσέθηκεν, ἣν ἔχει λαβοῦσα παρὰ τοῦ δημιουργοῦ, τὸν μὲν ἔξω ποιούντος τῶν κύκλων, καθόσον αὐτὸν ὁμοιότερον ποιεῖ πρὸς τὸν νοῦν καὶ τὸ νοητόν (ἔκεῖνα γὰρ τὰ ἔξω κυρίως ἐστίν, ὡς ἐξηρημένα ἀφ’ ὅλων τῶν δευτέρων), τὸν δὲ ἐντὸς, ὡς συνεχόμενον ὑπὸ τοῦ κρείττονος καὶ ὡς ὀφείλοντα κρατεῖσθαι παρ’ αὐτοῦ καὶ ὡς ὄντα φύσεως καταδεεστέρας. πολλοῦ ἄρα δεῖ τοὺς κύκλους τούτους μαθηματικῶς ὁ Πλάτων σκιαγραφεῖν, ὃς γε καὶ ἴσους αὐτοὺς ὄντας ἀνίσους ποιεῖ καὶ ὁμοίους ὑπάρχοντας ἀνομοίους ἀποτελεῖ, <κατὰ> τὴν δημιουργικὴν βούλησιν τὴν οὐσίαν αὐτοῖς ἀπονέμων. Ἄλλ’ ἀποροῦσι πρὸς ταῦτά τινες, ὅπως τῆς ψυχῆς ὁμοιομεροῦς οὔσης ὁ μὲν ταυτοῦ τῶν κύκλων, ὁ δὲ ἑτέρου, καὶ ὁ μὲν ἐντὸς, ὁ δὲ ἐκτὸς ἀποπέφανται· ταῦτα γὰρ ἀνατρέπεται τὴν ὁμοιομέρειαν. ὁ μὲν οὖν Πορφύριος ἐπὶ τὰ αἰσθητὰ φερόμενος καὶ ἐπὶ τὰς μίξεις τὰς ἐνύλους τὸ μελίκρατον καὶ τὸ οἰνόμελι ἄνω καὶ κάτω θρυλεῖ πᾶν μὲν ὁμοιομερὲς ὄν, ἄλλοις δὲ ἄλλο πάθος ἐμποιοῦν· τοὺς μὲν γὰρ ἡ οἰνώδεια μᾶλλον, τοὺς δὲ ἡ γλυκύτης διατίθησιν. ὁ δὲ ἡμέτερος πατὴρ ἡξίου πρέπουσαν τοῖς ἄυλοις καὶ