Ancient Greek
2.268.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.268.1-2
Unproofread scanNot analysed yet
τὸ δὲ πλανώμενον πολυειδὲς καὶ τῆς ἑτερότητος, ὡς εἴρηται, τοῖς γιγνομένοις αἴτιον, καὶ τὸ μὲν νοῦ, τὸ δὲ ψυχῆς εἰκών· ἔστι γὰρ καὶ ὁ ταύτου κύκλος νοερός. ἐπ’ αὐτῆς δὲ τῆς ψυχῆς τὸ μὲν δεξιόν ἐστι τὸ πρὸς τὰ νοητὰ καὶ τὰ ὄντως ὄντα καὶ αὐτοὺς τοὺς θεοὺς ἐστραμμένον (δύναμιν γὰρ ἐστι ζωῆς θείας ἀποπληροῦσα τὴν ψυχήν), τὸ δὲ ἀριστερόν τὸ πρὸς ἐπιμέλειαν τῶν αἰσθητῶν καὶ διακόσμησιν τετραμμένον (δύναμιν γὰρ ἐστι πάντων τῶν δευτέρων κινητικὴ καὶ ἀναιρετικὴ τῆς ἀταξίας διάκρισιν τε ἐμποιοῦσα τοῖς δημιουργικοῖς ἔργοις καὶ ποικιλίαν). ἔτι δὲ καὶ τὸ κατὰ διάμετρον μετὰ τοῦ ἐπ’ ἀριστερὰ τὴν τε ἐπ’ ἀνατολὰς ἀπὸ δύσεως περιέχει<ν> κίνησιν καὶ τὴν ἐπὶ τὰ πλάγια διὰ τὴν λόξωσιν εἴποις ἂν, ἐπὶ δὲ τῆς ψυχῆς αὐτῆς τὸν θάτερον κύκλον, γνωστικὸν ὄντα τῶν αἰσθητῶν ὁμοῦ πάντων, τὴν τετραμερῆ διακόσμησιν συνειληφέναι διὰ τῶν τεσσάρων κέντρων, καθὰ καὶ ἡ φαινομένη γίνεται κίνησις τῶν καὶ ἐπ’ ἀριστερὰ καὶ κατὰ τὴν διάμετρον θεόντων, ὥσπερ τὸν ταύτοῦ τὰ νοητὰ γινώσκειν ὡς αἴτια πρωτουργὰ καὶ ὡς ἄνωθεν ἐκφαίνοντα πάντα τὰ δεύτερα καὶ συνελίσσοντα κατὰ μίαν ἕνωσιν τὴν ποικίλην τῶν αἰσθητῶν διάταξιν. καὶ ταῦτα πάλιν εἰς τὴν ψυχὴν διήκει καθ’ ὁμοιότητα τὴν πρὸς τὴν ὅλην ζωογονίαν· ὥσπερ γὰρ μονὰς ἐστι καὶ δυὰς κατ’ ἐκείνην, οὕτω καὶ τὸ δεξιὸν ἔλαχε τοῦτο καὶ τὸ ἀριστερόν δι’ ἐκείνην· ἐν αὐτῇ γὰρ πρῶτον ἀνεφάνη ταῦτα καὶ ἐξ αὐτῆς, ἄλλο μὲν τὸ ἀπὸ τῶν δεξιῶν τικτόμενον, ἄλλο δὲ τὸ ἀπὸ τῶν ἀριστερῶν, εἴτε κροτάφων λέγοις εἴτε χειρῶν εἴτε λαγόνων· κατὰ πάντα γὰρ ταῦτα τὰς γονίμους αὐτῆς δυνάμεις οἱ θεολόγοι παραδεδώκασιν. τούτων δὲ εὔ εἰρημένων ἐκεῖνο δῆλον, ὅτι μὴ ταυτὸν ἐστιν εἰπεῖν εἰς τὸ δεξιὸν ἢ ἀριστερὸν κινεῖσθαι τι καὶ ἐπὶ δεξιὰ καὶ ἐπ’ ἀριστερά· ταῦτα μὲν γὰρ καὶ τοῖς κύκλῳ κινουμένοις ἀποδί-