Ancient Greek
2.269.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.269.1-2
Unproofread scanNot analysed yet
δοται δηλοῦντα τὸ μὲν ἐφ’ ὃ τὸ δεξιὸν κινεῖ, τοῦτ’ εἶναι τὸ ἐπὶ δεξιὰ κινεῖσθαι, τὸ δὲ ἐφ’ ὃ τὸ ἀριστερόν, τοῦτ’ εἶναι τὸ ἐπ’ ἀριστερά· δεξιοῦ τοίνυν καὶ ἀριστεροῦ κεκλημένων τοῦ ἀνατολικοῦ καὶ δυτικοῦ διὰ τὰς εἰρημένας αἰτίας, ὡς τοῦ μὲν ἄρχοντος τῆς κινήσεως, τοῦ δὲ ἐπομένου, καὶ ὁμοίως τοῦ μὲν ἐν τῷ ταύτῳ κύκλῳ, τοῦ δὲ ἐν τῷ θάτερου ***δυνάμεως ὄντος, ἀφ’ ἧς ἡ ἑκατέρου κίνησις, εἰκότως ἐστὶ καὶ ἐν τούτοις τὸ ἐπὶ δεξιὰ καὶ ἐπ’ ἀριστερά. τὸ δὲ εἰς τὸ δεξιὸν κινεῖσθαι ἢ εἰς τὸ ἀριστερὸν τῶν ἐπ’ εὐθείας ἐστὶ κινουμένων, πέρατα ὄντα τῶν κινήσεων τῶν κατὰ πλάτος. ὅθεν εἰκότως ὁ Τίμαιος ἐμπροσθεν ἀφελὼν τῆς κύκλῳ κινήσεως τὰς κατ’ εὐθεῖαν ἕξ κινήσεις ὅμως ἐν τούτοις ἀπὸ τῆς ψυχῆς ἀρξάμενος δέδωκεν αὐτῇ τὴν τε τοῦ ἐπὶ δεξιὰ καὶ τὴν τοῦ ἐπ’ ἀριστερὰ διαφοράν. ταῦτα μὲν οὖν δή περὶ τοῦ ἐπὶ δεξιὰ καὶ ἐπ’ ἀριστερὰ ῥητέον. Ἰδῶμεν δὲ καὶ τὴν λοιπὴν ἀντίθεσιν· περιάγει γὰρ ὡς ἐν κόσμῳ τὴν μὲν ἀπλανὴ κατὰ πλευράν, τὴν δὲ πλανωμένην κατὰ διάμετρον, καὶ ὡς ἐν ψυχῇ τὸν μὲν ταύτῳ κύκλον κατὰ πλευράν, τὸν δὲ θάτερον κατὰ διάμετρον. οὖκοῦν πρῶτως μὲν αὐτὸ μαθηματικῶς νοητέον, ἐν τετραπλεύρῳ τὸ διάμετρον ἀγαγόντας, καὶ τὸν μὲν ταύτῳ κύκλον κατὰ τὴν πλευρὰν περιεχθέν, τὸν δὲ λοιπὸν κατὰ διάμετρον, τὸ τετράπλευρον ἐναρμόσαντας τοῖς δύο κύκλοις, τῷ θερινῷ καὶ τῷ χειμερινῷ, καὶ κατὰ τὰς δύο πλευρὰς ὁμοίως ἐν ἀμφοῖν κειμένας κινούντας τὴν ἐπὶ τὰ δεξιὰ κίνησιν καὶ κατὰ τὸν μέγιστον <τὸν> ἀμφοτέρων μέσον, κατὰ δὲ τὴν διάμετρον τούτου τοῦ τετραπλεύρου τὴν θάτερον, λοξὴν οὖσαν πρὸς ἀμφοτέρους· περὶ γὰρ ταύτην καὶ ὁ λοξὸς γέγραπται, καθ’ ὃν ἡ θάτερου περιάγεται πᾶσα περίοδος. ἔπειτα τῶν μαθημάτων ἀποστάντες κατίδωμεν, τίνα μὲν ἰδιώματα τῆς διαμέτρου, τίνα δὲ τῆς πλευρᾶς· οἷον ὅτι τῆς μὲν τὸ ἀπλαγίαστον, τὸ ῥητόν, τὸ περιεκτικόν, τὸ συνεκτικὸν τῶν γωνιῶν, τῆς δὲ