Ancient Greek
2.271.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.271.1-2
Unproofread scanNot analysed yet
σημαίνει τὴν θείαν καὶ τὴν ἀδιαίρετον ζωήν καὶ τὸ μονοειδὲς ἐν ταῖς δυνάμεσι. καὶ διὰ τί οὖν, φαίη τις ἄν, εἰ τοῦτο κρεῖττον, οὐχὶ πᾶσαν τὴν ψυχὴν ἄσχηστον εἵασεν; ὅτι, φήσω, πάντα ἔδει τὰ εἴδη τὴν ψυχὴν ἔχειν καὶ τοὺς λόγους πάντας καὶ τὰς αἰτίας τῶν ἐγκοσμίων· καὶ τελειότερόν ἐστι τὸ τῶν διττῶν κύκλων περιεκτικὸν τοῦ κατὰ μίαν ἀφωρισμένου δύναμιν· τὸ μὲν γὰρ οὕτω ταυτόν, ὡς ἐν τῇ ταυτότητι τὴν ἑτερότητα κρυφίως περιέχειν, κρεῖττόν ἐστιν ἢ κατὰ τὴν μεσότητα τὴν ψυχικήν· τὸ δὲ μετὰ τῆς ταυτότητος καὶ τῆς ἑτερότητος ἐπικρατεῖν προσήκει τῇ οὐσίᾳ τῆς ψυχῆς· D ἐστὶ γὰρ τὸ μὲν νοητὸν καὶ ὁ νοῦς οἷονεὶ μόνης ταυτότητος κύκλος, τὸ δὲ αἰσθητὸν καὶ ὁ κόσμος ἑτερότητος κύκλος· οὔ μὲν γὰρ ἐγκρυφίως ἐστὶν ἡ ἑτερότης, οὔ δὲ ἀμυδρὰ καὶ ἐπιπολῆς ἡ ταυτότης· μέση δὲ ἡ ψυχή, δυὰς οὖσα καὶ διττοὺς ἔχουσα κύκλους, τὸν μὲν πρὸς τοῦ νοῦ, τὸν δὲ πρὸς τῆς αἰσθητῆς οὐσίας, καὶ λόγους διττούς, τοὺς μὲν νοερούς, τοὺς δὲ κοσμουργοὺς, καὶ τοὺς μὲν ἐπὶ τὰ ὄντα διαβαίνοντας, τοὺς δὲ τῶν αἰσθητῶν ἐφαπτομένους. Τὴν δὲ ἐντὸς σχίσας ἐξάχη ἐπτὰ κύκλους ἀνίσους κατὰ τὴν τοῦ διπλασίου καὶ τριπλασίου διάστασιν ἑκάστην οὐσῶν ἑκατέρων τριῶν κατὰ τἀναντία μὲν ἀλλήλοις προσέταξεν ἔιναι τοὺς κύκλους, τάχει δὲ τρεῖς μὲν ὁμοίως, τοὺς δὲ τέτταρας ἀλλήλοις τε καὶ τοῖς τρισὶν ἀνομοίως, ἐν λόγῳ δὲ φερομένους [36D]. Πρῶτον ἀστρονομικῶς, εἰ βούλει, θεασώμεθα ταῦτα τὰ νῦν ὑπὸ τοῦ Πλάτωνος εἰρημένα (τρόπος γὰρ οὗτος διδασκαλίας ἐμμελῆς), καὶ νοήσωμεν ἕν μὲν καὶ ὁμόχρονν ἑαυτῷ τὸ τῶν πλανωμένων βάθος, διότι καὶ μιᾶς ἐστιν ὕλης, ὥσπερ φασὶν οἱ σοφοὶ τὰ τοιαῦτα, διηρημένον δὲ εἰς τοὺς E ἐπτὰ κύκλους ἐναντίως πως ἀλλήλοις φερομένους, εἴτε, ὡς <pg>265</pg> P Q (th) 2 καὶ om P 3 οὐχὶ καὶ P fort. praestat εἵασεν Q: εἵπεν P 8 ἐστὶν ἢ P: ἐστὶ καὶ Q 13 ἀμυδρὰ Q 17 καὶ τοὺς Q: καὶ τὰς P 17s διαβάλλοντες P 20 τοῦ om P; sed cf. p. 265, 8s 24 τε καὶ ll. cum p Plat. :καὶ *ς Plat. δὲ om P cum pr. A Plat. 24s φερομένων P cum Σ¹F¹ Plat.