Ancient Greek
2.270.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.270.2
Unproofread scanNot analysed yet
Κράτος δὲ ἔδωκε τῇ ταυτοῦ καὶ ὁμοίου περιφορᾷ· μίαν γὰρ αὐτὴν ἀσχιστὸν εἴασεν [36D]. Θεσμὸς οὗτος ἐστὶ δημιουργικὸς ἄνωθεν ἀπὸ τῶν νοητῶν νοητῶς καθήκων, τὰ ἀπλούστερα τῶν ποικιλωτέρων κρατεῖν, τὰ μονοειδέστερα τῶν πληθυομένων, τὰ πεπερασμένα τῶν ἀπείρων, τὰ νοερώτερα τῶν ἧττον τοιούτων. ὥσπερ οὖν ἐν τοῖς νοητοῖς τὸ πέρας κρατεῖ τοῦ ἀπείρου καὶ ἐν τοῖς νοεροῖς τὸ ἄρρεν τοῦ θήλεος καὶ ἐν τοῖς ὑπερουκοσμίοις ἡ ταυτότης τῆς ἑτερότητος καὶ ἡ ὁμοιότης τῆς ἀνομοιότητος, οὕτω καὶ ἡ ταυτοῦ περίοδος ἐπὶ τῆς ψυχῆς κρατεῖ τῆς θάτερον περιφορᾶς. διὸ δὴ καὶ ἐν τοῖς αἰσθητοῖς κρατεῖται τὸ πλανώμενον ὑπὸ τοῦ ἀπλανοῦς, καὶ πᾶν τὸ πολυειδὲς γένος τῆς ζωῆς ὑπὸ τῶν μονοειδῶν αἰτίων συνέχεται. ληπτέον οὖν καὶ ἀπὸ τούτων, ὅτι ἡ ταυτότης ἑτερότητός ἐστι κρείττων, καὶ ὅτι πάλιν ἡ ὁμοιότης ἀναφαίνεται κρείττων τῆς ἀνομοιότητος, ἀλλ’ οὐχ ὡς οἱ πολλοὶ τῶν Πλατωνικῶν τὴν ἑτερότητα τῆς ταυτότητος ἀμείνω λέγουσι καὶ τὴν ἀνομοιότητα τῆς ὁμοιότητος· δι’ αὐτὸ γὰρ τὸ τῆς ταυτότητος εἶδος ὁ ταυτοῦ κύκλος θειότερος· τὸ γὰρ ἀσχιστὸν τὴν ἔνωσιν