Ancient Greek
2.272.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.272.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36D] τινες λέγουσιν, ὅτι Σελήνη μὲν καὶ Ἥλιος ὁμοίως ἐπὶ τῶν ἐπικύκλων κινούνται, τῇ ἀπλανεῖ τοὺς ἑαυτῶν κύκλους ἀντιφερόμενοι κατὰ τὴν αὐτῶν κίνησιν, οἱ δὲ ἄλλοι μίαν φοράν ποιοῦνται τὴν τε ὁμαλὴν καὶ τὴν ἀνόμαλον. εἴτε, ὅτι Κρόνος μὲν καὶ Ζεὺς καὶ Ἄρης τὰς πρώτας φάσεις μετὰ τὰς 5 πρὸς τὸν Ἥλιον συνόδους ἑῶας ποιοῦνται τῷ θάττον αὐτῶν ἐπὶ τὰ ἡγούμενα κινεῖσθαι τὸν Ἥλιον, Σελήνη δὲ ἑσπερίαν διὰ τὸ θάττον κινουμένην ἀνατολικωτέραν ὁρᾶσθαι τοῦ Ἡλίου, Ἑρμῆς δὲ καὶ Ἀφροδίτη ποτὲ μὲν οὕτως, ποτὲ δὲ ἐκείνως. εἴτε, ὅτι στηριγμοὺς ποιοῦνται φαινομένους καὶ 10 προποδισμοὺς καὶ ὑποποδισμούς, διαμετροῦσί τε ἀλλήλους καὶ πρὸς τὰ ἐναντία φέρονται, τῶν μὲν ἐπὶ βορρᾶν, τῶν δὲ ἐπὶ νότον κινουμένων, εἴθ’ ὅτινα βούλει τρόπον· ἄλλοι γὰρ ἄλλα λέγουσιν. εἴθ’, ὅ καὶ ἀληθέστερον εἰπεῖν, ὅτι φησὶ κατὰ τἀναντία προστάξαι τὸν δημιουργὸν εἶναι τοὺς κύκλους, 15 F οὐ τοὺς ἑπτὰ ἀλλήλοις, ἀλλὰ τὸν ἕνα καὶ τοὺς ἑπτὰ διὰ τὴν ἀντιπεριφορὰν· οὕτω γὰρ καὶ ἕξης κατὰ τἀναντία ἄμα προῖέναι τοὺς πλανήτας τὴν τε ἰδίαν κινουμένων κίνησιν καὶ τὴν τῆς ἀπλανοῦς ἑρεῖ [39 AB]. ἀλλ’ οὐδὲ Πλάτων 20 ἢ ἐν τούτοις ἢ ἐν ἄλλοις ἐπικύκλων ἢ ἐκκέντρων ποιεῖται μνείαν, ἀλλὰ τοὺς μὲν ἑπτὰ κύκλους περὶ ἓν γράφει κέντρον, ἄλλους δὲ τούτοις οὐκ ἐπιτίθησιν οὐδὲ μεμηχανημένην ποιεῖ τὴν τῶν κινήσεων διαφορὰν· καὶ γὰρ ἄνευ τούτων καὶ ἡ τῶν ἐπικύκλων ὑπόθεσις καὶ ἡ τῶν φάσεων οὐδαμῶς 222 ἐστιν οἰκεῖα πρὸς τοὺς ἐν ψυχῇ κύκλους. διήρηται δ’ οὖν 25 εἰς τοὺς ἑπτὰ τούτους κύκλους ἢ θάτερου, τάχει, φησίν, ἔχουσα τοὺς μὲν τρεῖς ὁμοίως φερομένους, τοὺς δὲ τέτταρας ἀνόμοιως· ἰσόδρομοι μὲν γὰρ οἱ τρεῖς, ὡς καὶ ἐν Πολιτείᾳ [X 617 AB] λέλεκται, Ἥλιος, Ἑρμῆς, Ἀφροδίτη, ἀνόμοιοι δὲ οἱ τέτταρες, Σελήνη, Κρόνος, Ἄρης, Ζεὺς· 30 πάντες δὲ ὅμως ἐν λόγῳ φέρονται πρὸς τε ἀλλήλους καὶ τὸ πᾶν, διότι κατ’ ἀριθμοὺς ὡρισμένους ἡ κίνησις αὐτῶν ἀνελίττεται καὶ αἱ περιοδικαὶ πᾶσαι ἀποκαταστάσεις ἀποτελοῦνται.