Ancient Greek
2.273.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.273.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36D] καὶ ἔοικεν, ὡς ἐν τούτοις δηλοῖ τὴν διαφορὰν τῶν ἰσοδρόμων ἀστέρων πρὸς τοὺς ἀνισοδρόμους, καὶ ἐν τοῖς φαινομένοις πρὸ αὐτῶν τῶν ἀστέρων ἀντιτιθέναι πρὸς τοὺς ἀνίσως <τοὺς ἴσως> θέοντας τῶν κύκλων, ἐφ’ ὧν φέρονται. μόνους γοῦν τοὺς κύκλους ἐν τῇ ψυχῇ θείς ἄνευ τῶν ἀστέρων —οὕτω γὰρ ὑπέστησαν —τούτους ἔφατο κινεῖσθαι, τοὺς μὲν ὡς ἰσοδρόμους, τοὺς δὲ ἀλλήλοις τε καὶ τούτοις ἀνίσως. καὶ ταῦτα μὲν δῆλα. τὸ δὲ κατὰ τὴν τοῦ διπλασίου καὶ τριπλασίου διάστασιν ἑκάστην, τῶν διαστάσεων οὐσῶν ἑκατέρων τριῶν, γεγομέναι τὴν σχῖσιν B τῶν ἐπὰ τούτων κύκλων ἔστι μὲν ὡς γε κατὰ τὴν λέξιν ὑποδύσκολον, σημαίνει δὲ ὅμως, ὅτι κατὰ ἑκάστην διάστασιν τῶν διπλασίων τε καὶ τριπλασίων διαστάσεων, οὐσῶν ἑκατέρας τριῶν —ἐν γὰρ τέτрасιν ὅροις αἱ διαστάσεις τρεῖς —ἡ σχῖσις γέγονεν, ὅ ἐστι τῷ κατὰ μήκος ταυτῶν, ἵν’ ἑκάστῳ τῶν ἐπὰ κύκλων ἐνῶσιν αἱ διαστάσεις πᾶσαι καὶ οἱ λόγοι πάντες· εἰ μὲν γὰρ κατὰ μίαν διάστασιν ἡ τομὴ γεγένητο, αἱ μὲν ἐν ἄλλοις, αἱ δὲ ἐν ἄλλοις κύκλοις τῶν διαστάσεων ἀπεμερίζοντο · διότι δὲ καθ’ ἑκάστην ἡ διαιρέσις προῆλθεν, ἔστιν ἑκάστης ἑκάστη μοῖρα, καὶ πάντες οἱ κύκλοι πάντων μετέχουσι τῶν λόγων. εἰ μὴ ἄρα τούτων ἀληθέστερόν ἐστι λέγειν, ὅτι κατὰ τὸν ἀριθμὸν τῶν τοῦ διπλασίου καὶ τριπλασίου διαστάσεων ἕξ οὐσῶν ἕξαχὴ τοὺς κύκλους ἔτεμεν· ἐφεξῆς γὰρ κειμένων τῶν διαστάσεων, ἀλλ’ οὐχὶ κατὰ βάθος· διηρημένων —λέγω δὲ ἐφεξῆς ὥστε τετάσθαι κατὰ τὸν ὅλον κύκλον, ὡς ἦσαν τεταμένοι κατὰ τὴν ὅλην εὐθεῖαν, ἧς ἐγένετο καμφθείσης ὁ κύκλος —γελοῖον ἦν C τὴν κατὰ βάθος τομὴν τοιαύτην ποιεῖν, ὥστε μοῖρα μιᾷ τῶν κύκλων ἕκαστον διορίζειν. Τούτων δὴ προειλημμένων