Ancient Greek
2.276.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.276.2
Unproofread scanNot analysed yet
προσήκουσα οὖν ἡ εἰς τὰ ὅλα γένη τῶν ψυχῶν παραδέδοται 5 διαίρεσις καὶ ἡ ἐκ τῶν ὅλων σύγκρασις πρὸς τὴν ὑποκειμένην δημιουργίαν ὁλικὴν ὑπάρχουσαν. ἀλλὰ ταῦτα μὲν δήλα. διὰ τί δέ, φαῖη τις ἂν, εἰς τὴν ἀπλανῆ καὶ πλανωμένην πεποιήμεθα τὴν διαίρεσιν μόνην, μᾶλλον δὲ εἰς τὰς δυνάμεις τὰς τούτων παραδειγματικάς, ἀλλ’ οὐχὶ καὶ εἰς τὸ τετράστοιχον; ἡ γὰρ τοῦ παντὸς ψυχὴ κακείνα συνέχει ταῖς 10 ἑαυτῆς δυνάμεσι καὶ ποδηγεῖ ταῖς ἑαυτῆς κινήσεσιν. εἴρηται μὲν οὖν ὑπὸ τινων, ὅτι τὸ τετράστοιχον πᾶν ἐν τῷ κύκλῳ συνείληπται τῷ τῆς σελήνης· συμφων γὰρ ἐστὶν ὡς πρὸς Β τὸ πᾶν καὶ οἷον πνεύμην τις τοῦ κόσμου τὸ ἔνυλον· οὕτω γὰρ καὶ ἐν Πολιτείᾳ [X 616D] τὸν ὅλον κόσμον εἰς ὀκτὼ σφονδύλους διεῖλεν, ἐν τῷ ὀγδόῳ πᾶν τὸ ἔνυλον περιλαβὼν. εἴρηται μὲν οὖν καὶ ταῦτα καὶ εἴρηται καλῶς. 15 ἐτι δ’ ἂν ῥηθεῖν τελειώτερον, ὅτι διὰ ταύτης τῆς μονάδος τε καὶ ἑπτάδος τῶν κύκλων πάσας περιέχει τὰς τοῦ κόσμου μοῖρας· ὡς γὰρ ἐν οὐρανῷ μονὰς ἐστι καὶ ἑπτάς, οὕτω καὶ ἐν τῇ σφαίρᾳ τοῦ αἰθέρος ἐστὶ τὸ ἀνὰ λόγον, τὰ μὲν τῷ ἀπλανεῖ κύκλῳ, τὰ δὲ τῷ πλανωμένῳ σύστοιχα, καὶ διά- 20 κοσμος ὅλος καὶ ἔχει μιμούμενος τὸν οὐρανὸν αἰθερίως καὶ ἐν τῷ βάθει τοῦ ἀέρος καὶ ἐν τοῖς ὀγκοῖς τοῦ ὕδατος καὶ ἐν τοῖς κόλποις τῆς γῆς· οὐ γὰρ μόνον ἡ γῆ κατὰ τὸ ἀνὰ λόγον τῷ οὐρανῷ διήρτηται, ἀλλὰ καὶ τὰ ἄλλα στοιχεῖα, καὶ ἐν ἑκάστῳ μονάδες εἰσὶ καὶ ἑπτάδες περιληπτικαὶ τῶν 25 ἐν αὐτοῖς διακόσμων καὶ τῶν πληρωμάτων, τῶν τε ἐμπυρίων καὶ τῶν ἀεριῶν καὶ τῶν ἐνυδρίων. ταύτας οὖν ἀπάσας τὰς μονάδας καὶ τὰς ἑβδομάδας οἱ κύκλοι κατ’ αἰτίαν προσειλήφασι τῆς ψυχῆς, τὰς μὲν ὁ ταύτου, τὰς δὲ ὁ θάτερου. καὶ C τοῦτο δοκεῖ μὲν καὶ τοῖς ἐπιστημονικωτάτοις τῶν πώποτε θεολόγων. συγχωρήσεις δ’ ἂν καὶ Πλάτων καὶ ἀπὸ τῆς 30 ἀπλανοῦς καὶ ἀπὸ τῆς πλανωμένης διατείνειν τὰς σειρὰς μέχρι τῶν χθονίων, εἴτε θείας εἴτε δαιμονίας εἴτε μερικῶν