Ancient Greek
2.276.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.276.3
Unproofread scanNot analysed yet
1 γένη Q: μέρη P 6 τούτων παραδειγματικᾶς om P ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36D] ψυχῶν, ὅπου γε καὶ τῶν ἀπολύτων ἡγεμόνων τῶν δώδεκα τὰς σειρὰς ἄνωθεν καθῆκειν ἐθέλει μέχρι τῶν ἐσχάτων· καὶ γὰρ δεῖ ταῖς κυριωτέrais περιόδοις ἐπεσθαι τὰς ἀκυροτέρας καὶ μιμεῖσθαι τὰς οὐρανίας ἑκάστας τῶν ὑπὸ τὸν οὐρανόν· 5 ὥστε καὶ τούτων ὡς ἀνὰ λόγον ἐκείναις διατεταγμένων οἱ ψυχικοὶ κύκλοι τὰς αἰτίας περιέχουσιν. εἰ δὲ ταῦτα κρατοῖη, δηλοῦσι τοὺς μὲν ἰσοδρόμους φήσομεν πάλιν ἐν μέσῳ τετάχθαι τῶν ὅλων οὐ μόνον ὡς ἀνὰ λόγον ταῖς ἐν προ- 10 θύροις τοῦ ἀγαθοῦ μονάσιν, ἀληθεία, κάλλει, συμμετρία, ἀλλὰ καὶ τρόπον ἄλλον ἢ ὃν πρότερον εἴπομεν τὸν σύνδεσμον κατέχοντα τῶν ὅλων ἵστασθαι κατὰ τὸ ἀναγωγὸν εἰς τὰ πρῶτα τῶν δευτέρων, κατὰ τὸ ἐκφαντικὸν τῶν πρώτων εἰς τὰ δεύτερα, κατὰ τὸ συνδετικὸν ἀμφοῖν ὁμοίως. τῶν δὲ λοιπῶν γῆν μὲν καὶ τὴν ἀπλάνη τοῖς συνοχεύσιν, D 15 Οὐρανῷ καὶ Γῆ, ὕδωρ δὲ καὶ Κρόνον Ῥέᾳ καὶ Κρόνῳ, ἀέρα δὲ καὶ Διὰ Διὶ καὶ Ἥρᾳ· Σελήνην δὲ καὶ Ἥραν μετὰ τούτους οὐκ ἂν ἄπὸ τρόπου λέγομεν τάξιν ἔχειν, τὸν μὲν διακριτικὴν τῶν πρώτων καὶ ἡρρενωμένων ἀπὸ τῶν μέσων, τὴν δὲ διοριστικὴν τῶν τρίτων καὶ οἷον τεθηλυσμένων ἀπὸ 20 τῶν αὐτῶν· ἐν δὲ τοῖς μέσοις ἄκρα μὲν εἶναι τὸ ἀναγωγὸν καὶ τὸ ἐκφαντικόν, μέσον δὲ τὸ τοῖς ἐρωτικοῖς δεσμοῖς πάντα συνέχον. δηλοῦσι δὲ καὶ οἱ θεολόγοι, τὸν μὲν καλοῦντες ἄγγελον θεῶν, τὸν δὲ ἀνόδου πύλην, τὴν δὲ ἀμφοῖν ἐν μέσῳ φιλίαν τοῦ παντός, μέσην οὖσαν, εἴτε 25 πρὸ αὐτῆς Ἥλιος καὶ μετ’ αὐτὴν ὁ Ἑρμῆς, εἴτε ἔμπалиν. καὶ ἴσως εἰεν ἂν ἰσόδρομοι καθόσον εἰς ἐν βλέπουσι πάντες, τὸν τῶν ὅλων σύνδεσμον, καὶ αἱ ἐνέργειαι αὐτῶν τέλος ἔχουσι ταυτόν, συνειδεῖν τὰ πάντα πρὸς τὴν μίαν ἔνωσιν, ὥστε τὸ πᾶν συμπεπληρώσθαι τοῖς οἰκείοις αἰτίοις. πάντ’ 30 οὖν ἐστιν ἐν αὐτῇ κατὰ τὴν ἐνιαλὴν περιοχήν· οἱ γὰρ ὀκτὼ κύκλοι δυνάμεις εἰσὶν ἡνωμένως περιέχουσαι τὰ διηρημένως E