Ancient Greek
2.278.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.278.1-2
Unproofread scanNot analysed yet
ἐν τοῖς αἰσθητοῖς ὑπάρχοντα κατ’ οὐρανὸν τε καὶ ἐν ἑκάστῳ τῶν στοιχείων. οὕτω μὲν οὖν περὶ πάντων ὡς συλλήβδην εἰπεῖν τῶν κύκλων ὀφτέον. Πάλιν δὲ αὐτὸν καθ’ αὐτὸν τὸν θάτερον σκοποῦμενοι τὴν μὲν εἰς ἑξ διαίρεσιν οἰκειοτάτην εἶναι τῇ ψυχῇ φήσομεν· ἔστι γὰρ ἑξάς, ὡς μὲν ὁ τῶν Πυθαγορείων λόγος, ἀνὰ λόγον ταττόντων σημείῳ μὲν μονάδα, γραμμῇ δὲ δυάδα, τῷ δὲ ἐπιπέδῳ τριάδα, τῷ δὲ σώματι τετράδα, τῷ δὲ πεποιημένῳ τὴν πεντάδα, τῷ δὲ ἐψυχωμένῳ τὴν ἑξάδα, τῷ δὲ νοερῷ τὴν ἑπτάδα· τὸν δὲ τῶν ἑπτὰ κύκλων ἀριθμὸν πῶς οὐκ οἰκεῖον εἶναι τῇ ψυχῇ φήσομεν, ἀπὸ τῆς ζωογόνου παρηγμένη θεάς, ἥ καὶ μονὰς ἦν καὶ δυὰς καὶ ἑπτάς, περιέχουσα πάσας ἐν ἑαυτῇ τὰς Τιτανίδας; ἔτι δὲ καὶ κατ’ ἄλλον τρόπον· ἡ γὰρ ἑπτὰς καιροφυνὴς ἐστιν ἀριθμὸς καὶ τελεσιουργὸς τῶν περιόδων καὶ ἀποκαταστατικός. οἰκείως οὖν ἔχει καὶ ταύτη πρὸς τὴν ψυχὴν τὴν πάντα παράγουσαν καὶ κατευθύνουσαν ταῖς ἑαυτῆς κινήσεσιν. εἰ δὲ καὶ τοῦτο, δηλονότι δυνάμεις οἷδε εἰσὶν οἱ κύκλοι τῆς ψυχῆς γνωστικαὶ τε καὶ πολλῷ πρότερον ζωτικαὶ τῆς ψυχῆς, τετραδικαὶ τε καὶ τριαδικαί· πάντων γὰρ εἰσὶ τῶν αἰσθητῶν περιληπτικαὶ κατ’ ἄμφω, καὶ πᾶσαν τὴν ἐν αὐτοῖς ὁμοιότητα διὰ τῆς τριάδος καὶ ἀνομοιότητα διὰ τῆς τετράδος γινώσκουσι καὶ πᾶσαν τὴν ποικιλίαν τὰ τε γένη τὰ ἐν αὐτοῖς πάντα, καὶ εἰ τινος ἀληθείας ἐν τῷ ὁπωσοῦν εἶναι μέτεστιν αὐτοῖς ἢ συμμετρίας ἢ κάλλους ἀπὸ τῶν ὄντως ὄντων. καὶ μὴν καὶ τὸ ἐν ἑκάστῳ τῶν κύκλων εἶναι τοὺς ἑπτὰ τούτους ὅρους τοὺς γεωμετρικοὺς ἑπταπλασιάζει τοὺς λόγους, τοῦτο δὲ τῆς αὐτοκινήσεως ἐστὶ γνῶρισμα τῆς ψυχικῆς· αὕτη γὰρ ἑαυτὴν γεννᾷ καὶ πολλαπλασιάζει καὶ ἅμα ἑπτάς τέ ἐστι καὶ ὁ ἀπὸ τῆς ἑπτάδος ἀριθμός. ἔτι δὲ τὸ κατὰ τἀναντία ἀλλήλοις πορεύεσθαι τοὺς κύκλους τοὺς ψυ-