Ancient Greek
2.278.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.278.2
Unproofread scanNot analysed yet
2s μὲν οὖν συλλήβδην εἰπεῖν περὶ πάντων τῶν κύκλων P sic χικούς δηλοῖ τὸ πανταχοῦ προιέναι τὰς δυνάμεις ταύτας καὶ πάντων εἶναι γονίμους καὶ αἰτίας τῆς πανταχοῦ μεριζομένης ἑτερότητος καὶ αὐτῶν τῶν περὶ τὴν γένεσιν ἐναντιώσεων· ἔστι γὰρ τὰ ἐναντία καὶ ἐν ψυχῇ καὶ ἐν οὐρανῷ καὶ ἐν ὕλῃ, ἀλλ’ ἐκ μὲν τῶν ἐνύλων ἐναντίων ἡ γένεσις, διὰ δὲ τῶν οὐρανίων, ἀπὸ δὲ τῶν ψυχικῶν λόγων ὑφέστηκεν· ἔχει γὰρ τὰ μὲν τὸν ἐξ ὧν, τὰ δὲ τὸν δι’ ὧν, τὰ δὲ τὸν ἀφ’ ὧν λόγον ἐν ταῖς ἀπογεννήσεσι. καὶ μὴν καὶ ἡ ὁμοιότης τῶν τριῶν καὶ ἡ ἀνομοιότης τῶν τεττάρων οἰκείως εἴληπται τοῖς ἀριθμοῖς· ἔστι γὰρ τελεσιουργὸς μὲν ἡ τριάς καὶ ἐπιστρεπτικὴ πρὸς ταὐτὸν εἶδος, γόνιμος δὲ ἡ τετράς καὶ αἰτία τοῦ ὅλου πλήθους· πάντως ἄρα οἱ ἀριθμοὶ πάντες εἰσὶ τῇ οὐσίᾳ τῆς ψυχῆς, μονάς, δυάς, τριάς, τετράς, πεντάς, ἑξάς, ἑπτάς, καὶ ἐπὶ πᾶσιν ὁ ἀπὸ τῆς ἑπτάδος τετράγωνος, καὶ οὕτοι πάντες εἰς ἑπτάδα τελοῦσι. πανταχοῦθεν ἄρα ἑβδομαδικὴ τις ἔστιν ἡ οὐσία τῆς ψυχῆς, καὶ ὁ μὲν ταυτοῦ κύκλος μονάς, ὁ δὲ θάτερον, καθάπερ εἴπομεν, ἑπτάς· ὁ μὲν γὰρ νοῦς ἔστι κινούμενος, ὁ δὲ τὸ κατὰ νοῦν φῶς, ὥσπερ δὴ καὶ ἡ ἑπτάς κατὰ τοὺς Πυθαγορείους, καὶ ὁ μὲν ἀμέριστος, ἀνὰ λόγον τῷ νῷ, καίτοι καὶ αὐτὸς ἐκ τῆς ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριστῆς οὐσίας ἔστιν, ἀλλ’ ἐν αὐτῷ κρατεῖ τὸ ἀμέριστον, καθάπερ ἡ ταυτότης· ὁ δὲ μεριστὸς κρατεῖ γὰρ ἐν αὐτῷ ἡ ἑτερότης. διόπερ ὁ μὲν ἔστι μοναδικός, ὁ δὲ ἑβδομαδικός, οὐ μόνον ὅτι διὰ τὴν πρὸς τὴν ζωογόνον θεὸν ὁμοίωσιν <ἡ> ἑπτάς προσήκει τῇ οὐσίᾳ τῆς ψυχῆς· καὶ γὰρ ἐκείνη μονὰς ἔστι δύο περιεκτικὴ τριάδων, ἃς ἐν αὐτῇ περιεῖληφεν· ἀλλὰ καὶ διότι τὸ πρῶτον τῆς ψυχῆς μεριζόμενον τὴν εἰς ἑπτὰ διαίρεσιν ὑπέμεινεν, ὡς ἐμπροσθεν δῆλον [ὅτι] γέγονε· τὰ γὰρ ἀπὸ μιᾶς καὶ ἀμερίστου μεριζόμενα δυνάμεως ἑβδομαδικὸν ἔσχε τὸν πρῶτον ἀριθμόν. ἔστι δὲ καὶ ὁ ἀπὸ τῆς ἑπτάδος ἀριθμός