Ancient Greek
2.278.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.278.3
Unproofread scanNot analysed yet
2s μὲν οὖν συλλήβδην εἰπεῖν περὶ πάντων τῶν κύκλων P sic ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36D] χικονδς δηλοι τὸ πανταχοῦ προϋμεναι τὰς δυνάμεις ταύτας καὶ πάντων εἶναι γονίμους καὶ αἰτίας τῆς πανταχοῦ μεριζομένης ἐτερότητος καὶ αὐτῶν τῶν περὶ τὴν γένεσιν ἐναντιώσεων· ἐστι γὰρ τὰ ἐναντία καὶ ἐν ψυχῇ καὶ ἐν οὐρανῷ καὶ ἐν ὕλῃ, ἀλλ’ ἐκ μὲν τῶν ἐνύλων ἐναντίων ἡ γένεσις, διὰ δὲ τῶν οὐρανίων, ἀπὸ δὲ τῶν ψυχικῶν λόγων ὑφέστηκεν· ἔχει γὰρ τὰ μὲν τὸν ἐξ ὧν, τὰ δὲ τὸν δι’ ὧν, τὰ δὲ τὸν ἀφ’ ὧν λόγον ἐν ταῖς ἀπογεννήσεσι. καὶ μὴν καὶ ἡ ὁμοιότης τῶν τριῶν καὶ ἡ ἀνομοιότης τῶν τεττάρων οἰκείως εἴληπται τοῖς ἀριθμοῖς· ἐστι γὰρ τελεσιουργὸς μὲν ἡ τριάς καὶ ἐπιστρεπτικὴ πρὸς ταυτόν εἶδος, γόνιμος δὲ ἡ τετράς καὶ αἰτία τοῦ ὅλου πλήθους· πάντως ἄρα οἱ ἀριθμοὶ πάντες εἰσὶ τῇ οὐσίᾳ τῆς ψυχῆς, μονάς, δυάς, τριάς, τετράς, πεντάς, ἑξάς, Β ἑπτάς, καὶ ἐπὶ πᾶσιν ὁ ἀπὸ τῆς ἑπτάδος τετράγωνος, καὶ οὕτοι πάντες εἰς ἑπτάδα τελοῦσι. πανταχοῦθεν ἄρα ἑβδοματικὴ τις ἐστὶν ἡ οὐσία τῆς ψυχῆς, καὶ ὁ μὲν ταυτοῦ κύκλος μονάς, ὁ δὲ θάτερον, καθάπερ εἴπομεν, ἑπτάς· ὁ μὲν γὰρ νοῦς ἐστὶ κινοῦμενος, ὁ δὲ τὸ κατὰ νοῦν φῶς, ὥσπερ δὴ καὶ ἡ ἑπτάς κατὰ τοὺς Πυθαγορείους, καὶ ὁ μὲν ἀμέριστος, ἀνὰ λόγον τῷ νῷ, καίτοι καὶ αὐτὸς ἐκ τῆς ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριστῆς οὐσίας ἐστίν, ἀλλ’ ἐν αὐτῷ κρατεῖ τὸ ἀμέριστον, καθάπερ ἡ ταυτότης· ὁ δὲ μεριστός· κρατεῖ γὰρ ἐν αὐτῷ ἡ ἐτερότης. διόπερ ὁ μὲν ἐστὶ μοναδικός, ὁ δὲ ἑβδομαδικός, οὐ μόνον ὅτι διὰ τὴν πρὸς τὴν ζωογόνον θεὸν ὁμοίωσιν ἑπτάς προσήκει τῇ οὐσίᾳ τῆς ψυχῆς· καὶ γὰρ ἐκεῖνη μονὰς ἐστὶ δύο περιεκτικὴ τριάδων, ὡς ἐν αὐτῇ περιελήφεν· ἀλλὰ καὶ διότι τὸ πρῶτον τῆς ψυχῆς μεριζόμενον τὴν εἰς ἑπτά διαίρεσιν ὑπέμεινεν, ὡς ἐμπροσθεν δῆλον [ὅτι] γέγονε· τὰ γὰρ ἀπὸ μιᾶς καὶ ἀμερίστου μεριζόμενα δυνάμεως ἑβδομαδικὸν ἔσχε τὸν πρῶτον ἀριθμόν. ἐστὶ δὲ καὶ ὁ ἀπὸ τῆς ἑπτάδος ἀριθμὸς