Ancient Greek
2.278.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.278.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36D] ἐν τοῖς αἰσθητοῖς ὑπάρχοντα κατ’ οὐρανὸν τε καὶ ἐν ἑκάστῳ τῶν στοιχείων. οὕτω μὲν οὖν περὶ πάντων ὡς συλλήβδην εἰπεῖν τῶν κύκλων ῥητέον. Πάλιν δὲ αὐτὸν καθ’ αὐτὸν τὸν πατέρου σκοποῦμενοι τὴν μὲν εἰς ἕξ διαίρεσιν οἰκειοτάτην εἶναι τῇ ψυχῇ φήσομεν· ἐστι γὰρ ἕξας, ὡς μὲν ὁ τῶν Πυθαγορέων λόγος, ἀνὰ λόγον ταττόντων σημείῳ μὲν μονάδα, γραμμῇ δὲ δυάδα, τῷ δὲ ἐπιπέδῳ τριάδα, τῷ δὲ σώματι τετράδα, τῷ δὲ πεποιωμένῳ τὴν πεντάδα, τῷ δὲ ἐψυχωμένῳ τὴν ἕξάδα, τῷ δὲ νοερῷ τὴν ἑπτάδα· τὸν δὲ τῶν ἑπτὰ κύκλων ἀριθμὸν πῶς οὐκ οἰκεῖον εἶναι τῇ ψυχῇ φήσομεν, ἀπὸ τῆς ζωογόνου παρηγμένης θεάς, ἥ καὶ μονὰς ἦν καὶ δύνα καὶ ἑπτάς, περιέχουσα πάσας ἐν ἑαυτῇ τὰς Τιτανίδας; ἐτι δὲ καὶ κατ’ ἄλλον τρόπον· ἡ γὰρ ἑπτάς καιροφνῆς ἐστιν ἀριθμὸς καὶ τελεσιουργὸς τῶν περιόδων καὶ ἀποκαταστατικός. οἰκείως οὖν ἔχει καὶ ταύτη πρὸς τὴν ψυχὴν τὴν πάντα παραγούσαν καὶ κατευθύνουσαν ταῖς ἑαυτῆς κινήσεσιν. εἰ δὲ καὶ τοῦτο, δηλονότι δυνάμεις οἷδε εἰσὶν οἱ κύκλοι τῆς ψυχῆς γνωστικαὶ τε καὶ πολλῷ πρότερον ζωτικαὶ τῆς ψυχῆς, τετραδικοί τε καὶ τριαδικοί· πάντων γὰρ εἰσὶ τῶν αἰσθητῶν περιληπτικοὶ κατ’ ἄμφω, καὶ πᾶσαν τὴν ἐν αὐτοῖς ὁμοιότητα διὰ τῆς τριάδος καὶ ἀνομοιότητα διὰ τῆς τετράδος γιγνώσκουσι καὶ πᾶσαν τὴν ποικιλίαν τὰ τε γένη τὰ ἐν αὐτοῖς πάντα, καὶ εἴ τινος ἀληθείας ἐν τῷ ὁπωσοῦν εἶναι μέτεστιν αὐτοῖς ἢ συμμετρίας ἢ κάλλους ἀπὸ τῶν ὄντως ὄντων. καὶ μὴν καὶ τὸ ἐν ἑκάστῳ τῶν κύκλων εἶναι τοὺς ἑπτὰ τούτους ὅρους τοὺς γεωμετρικοὺς ἐπταπλασιάζει τοὺς λόγους, τοῦτο δὲ τῆς αὐτοκινησίας ἐστὶ γνώρισμα τῆς ψυχῆς· αὕτη γὰρ ἑαυτὴν γεννᾷ καὶ πολλαπλασιάζει καὶ ἅμα ἑπτάς τέ ἐστι καὶ ὁ ἀπὸ τῆς ἑπτάδος ἀριθμός. ἐτι δὲ τὸ κατὰ τἀναντία ἀλλήλοις πορεύεσθαι τοὺς κύκλους τοὺς ψυ-