Ancient Greek
2.280.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.280.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36D] προσθήκων ταῖς διαιρετικαῖς δυνάμεσιν, ὥσπερ δὴ καὶ ἡ ἐπτάς· ἀλλ’ αὕτη μὲν ταῖς ὑπερκοσμίους, ἐκεῖνος δὲ ταῖς ἐγκοσμίους. εἰ δὴ καὶ σύμπασαν τὴν τῆς ψυχῆς σύ-στασιν εἰς τὰς θείας ἀναπέμψειν τάξεις —εἰκόνας γὰρ ἔχει πασῶν —ληπτέον τὴν ἀρχὴν ἀπ’ αὐτῶν τῶν πρώτων περὶ 5 αὐτῆς λόγων, ἐν οἷς ἔλεγε [34 BC] δεδημιουργῆσθαι τὴν ψυχὴν οὐχ ὡς ἡμεῖς φαμεν, νεωτέραν τοῦ σώματος, ἀλλὰ γενέσει καὶ ἀρετῇ προτέραν καὶ πρεσβυτέραν, ὡς δεσπότιν καὶ ἄρχουσαν· ἐκεῖθεν γὰρ ὁρμήθη λέγειν περὶ αὐτῆς ὁ Τίμαιος, τὰ πρεσβεῖα δούς αὐτῇ πρὸς τὴν 10 γένεσιν τῆς σωματικῆς ὅλης συστάσεως. λεκτέον δὴ οὖν ἀνάγεσθαι τὴν πρόοδον αὐτῆς ὡς μὲν ἄρχουσαν καὶ δε-σπότιν εἰς τὴν πάντων ἀρχήν, ὡς δὲ τριπλεκὴ καὶ ἅμα ἡνωμένην ὑπόστασιν λαχοῦσαν εἰς τὴν ἀκρότητα τῶν νοη-τῶν ἀναπέμψωμεν, καὶ ὡς ἐξ οὐσίας καὶ ταύτου καὶ θατέ- 15 ρου γενομένην εἰς πᾶν τὸ νοητὸν ὄντως πλάτος, οὐ τὸ μὲν ἄκρον ἡ οὐσία κατέχει καὶ τὸ ὂν, τὸ δὲ μέσον ὁ αἰὼν τῆς ἐν ταύτῳ διαμονῆς πᾶσιν αἴτιος ὢν, τὸ δὲ πέρας τὸ νοητὸν ζῶον ἑτεροῖσαν ἑαυτὸ ταῖς εἰς τὰ νοητὰ ζῷα προόδοις,