Ancient Greek
2.280.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.280.3
Unproofread scanNot analysed yet
D ἐπεὶ καὶ τὸ ὅλον ἐκεῖ τὸ ἐξ ἀνομοίων μερῶν, ὡς ὁ Παρ- 20 μενίδης [129 Ass] διδάσκει· τοιοῦτον δὲ καὶ τὸ τριπλεκὲς ὅλον τοῦτο στοιχείων ἀνομοίων φύραμα γεγονός. ὡς δὲ ἀριθμὸν αὐτόγονον καὶ νοητὸν εἰς τὴν ἀκρότητα τῶν νοη-τῶν καὶ νοεῶν διακόσμων· ἐκεῖ γὰρ ὁ πρῶτος ἀριθμὸς μετὰ τῆς ἑτερότητος, ἐπεὶ καὶ πρώτην ἐκεῖνὴν τὴν τάξιν, 25 ὡς οἱ θεολόγοι φασί, τεθεάμεθα σειρῶν οὖσαν αἰτίαν κατ’ ἀριθμὸν διηρρημένων. ἐκεῖ δὲ καὶ ὁ Παρμενίδης τὸν ὅλον ὑπέστησεν ἀριθμὸν καὶ ἐκεῖθεν πάντα τὰ ὄντα ἐξέρησεν. ὡς δὲ ἐκ τῶν τριῶν μεσοτήτων συγκειμένην καὶ ὅλον οὖσαν ἐκ μερῶν ὁμοίων —πάντα γὰρ ἐκ τῶν τριῶν ἐστὶ στοι- 30 χείων —εἰς τὴν ὁλότητα τὴν νοερὰν τὴν συνεκτικὴν τῶν τε ὅλων καὶ τῶν μερῶν· αἱ γὰρ τρεῖς μεσότητες ἀπ’ ἐκείνων