Ancient Greek
2.285.5
Proclus Phil., In Platonis Timaeum Commentaria 2.285.5
Unproofread scanNot analysed yet
21s ἐπὶ τῆς ξ P 22 δυωδεκάδα Q 25 τούτων Q: αὐτῶν P 27s ἀπεροοάπισεν Q γὰρ ἔχω λέγειν. λέγει δ’ οὖν ὁ θεῖος Ἰάμβλιχος πρῶτον μὲν, ὡς οὐκ ἔδει διὰ τὸ πλῆθος τῶν γραμμάτων τὴν ψυχὴν ποιεῖν τὸν σύμπαντα ἀριθμὸν ἢ τὸν γεωμετρικὸν ἀριθμόν· καὶ γὰρ τὸ σῶμα ἐκ τῶν ἴσων ἐστὶ γραμμάτων, καὶ αὐτὸ τὸ μὴ ὄν· ἔσται οὖν καὶ τὸ μὴ ὄν ἀριθμὸς ὁ σύμπας· πολλά δ’ ἂν καὶ ἄλλα εὑροῖς ἐκ τῶν ἴσων ὄντα γραμμάτων καὶ αἰσχρὰ καὶ τὰ ἐναντιώτατα ἀλλήλοις, ἃ δὴ πάντα συγχεῖν εἰς ἄλληλα καὶ φύρειν οὐκ ὀρθῶς ἔχει. δεύτερον δέ, ὅτι τὸ ἀπὸ τῶν χαρακτήρων ἐπιχειρεῖν οὐκ ἀσφαλές· θέσει γὰρ ἐστι ταῦτα, καὶ τὸ μὲν ἀρχαῖον ἄλλος ἦν ὁ τύπος, νῦν δὲ ἄλλος· αὐτίκα τὸ ξ, ἐφ’ οὗ πεποίηται τὸν λόγον ἐκεῖνος, οὔτε παραλλήλους εἶχε τὰς ἀπεναντίον πάντως οὔτε τὴν μέσην λοξὴν, ἀλλὰ πρὸς ὀρθάς, ὡς καὶ ἀπὸ τῶν στηλῶν ἐστὶ τῶν ἀρχαίων καταφανές. τρίτον τὸ εἰς τοὺς πυθμένας ἀναλύειν καὶ περὶ ἐκείνους διατρίβειν ἀπ’ ἄλλων ἀριθμῶν εἰς ἄλλους μεθίστησι τὴν θεωρίαν· οὐ γὰρ ταὐτὸν ἐστιν ἡ ἐν μονάσιν ἑπτὰς καὶ ἡ ἐν δεκάσι καὶ ἡ ἐν ἑκατοντάσι. ταύτης οὖν ἐν τῷ ὀνόματι τῆς ψυχῆς οὔσης τί ἔδει παρεισκυκληῖν τὸν περὶ τῶν πυθμένων λόγον; οὕτω γὰρ ἂν πάντα εἰς πάντας ἀριθμοὺς μεταβάλλοιμεν διαιροῦντες ἢ συντιθέντες ἢ πολλαπλασιάζοντες. καθόλου μὲν οὖν ταῦτα. διελέγχει δὲ καὶ ἐκάστην ἀπόδοσιν ὡς ἐσκενωρημένην καὶ οὐδὲν ἔχουσαν ὠφελείας. καὶ ὅτῳ φίλον πάντων τὴν σαφήνειαν κατανοῆσαι, ῥάδιον παραθεμένῳ τὸ βιβλίον ἀναλέγεσθαι τὰς οἰκείας ἀντιλογίας πρὸς ἕκαστον ἀπὸ τῶν γεγραμμένων. ἡμῖν δὲ ἱστορίας ἕνεκα τούτων ἐφαψαμένοις ἀκόλουθόν ἐστι τῶν ἔχοντων τοῦ Πλάτωνος δογμάτων ποιεῖσθαι τὴν ἐξήγησιν· ἐπεὶ καὶ τὰς Ἀριστοτέλους ἀντιρρήσεις εἰδὼς τὰς πρὸς τὴν ψυχολογίαν γεγραμμένας καὶ τὰς τῶν Πλατωνικῶν πρὸς αὐτὰς ἐπεννηγμένας λύσεις οὐδὲν ἡγοῦμαι δεῖν περιεργάζεσθαι πλέον, ἄλλως τε καὶ πάντῃ παρελκούσης τῆς ἀντιλογίας· οὐ γὰρ ὡς μέγεθος ἡ ψυχὴ κύκλος ἐστίν, οὐδὲ ἔδει ταύτην ἐλέγ-