Ancient Greek
2.287.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.287.1-2
Unproofread scanNot analysed yet
ξαντα τὴν ὑπόθεσιν οἴεσθαι καθάπτεσθαι τῆς Πλατωνικῆς θεωρίας. διὸ δὴ ταῦτα μὲν παρήσειν μοι δοκῶ· καὶ γὰρ βιβλίον ἰδίᾳ ἐκδεδοκώς οἶδα τῶν πρὸς τὸν Τίμαιον Ἀριστοτέλους ἀντιρρήσεων ἐπισκέψεις ποιουμένην, ἐν ᾗ καὶ περὶ τούτων οὐκ ὀλίγα πεπραγμάτευται δεικνύντα μήτε μέγεθος αὐτὸν ὀρθῶς ἐπὶ τὴν ψυχὴν ἀναπέμποντα κατὰ τὸν Τίμαιον καὶ ἐντεῦθεν ἀποδεικνύντα μὴ δυναμένην αὐτὴν τῷ μεγέθει μεριστῷ ὄντι νοεῖν τὰ νοητὰ ἄμερῃ ὄντα, καθάπερ οὐδὲ τὸ ἄμερὲς ἐφαρμόσαι τῷ μεριστῷ δυνατόν, μήτε τὰς τοῦ οὐρανοῦ κινήσεις τῆς ψυχῆς οὔσας κινήσεις, ἀλλὰ ἀπ’ αὐτῆς ὑφισταμένας κατὰ τὴν τοῦ Τιμαίου παράδοσιν, μήτε τὸ αὐτὸ πολλάκις νοεῖν τῷ αὐτῷ ἀδύνατον ὄν, ἀλλὰ καὶ ἀναγκαῖον ἐπὶ τῶν μεταβατικῶν νοήσεων, εἴπερ τὰ τε νοητὰ πεπέρασται, καὶ κύκλῳ ἡ νόησις· ταῦτα δ’ οὖν παρήσειν μοι δοκῶ νυνὶ διὰ πλειόνων ἐν ἐκείνῃ τῇ βίβλῳ πεπραγματοευμένα, τῶν δὲ ἐξῆς τοῦ Πλάτωνος ἀψάμενος αὐτοῖς τοῖς τοῦ φιλοσόφου ῥήμασιν προσέχων ἃ μοι δοκεῖ Πλάτων περὶ τῶν πραγμάτων ἐνδείκνυσθαι, παραδώσειν. Ἐπεὶ δὲ κατὰ νοῦν τῷ συνιστάντι πᾶσα ἡ τῆς ψυχῆς σύστασις ἐγεγένητο, μετὰ τοῦτο πᾶν τὸ σωματοειδὲς ἐντὸς αὐτῆς ἐτεκταίνετο [36 D]. Πρῶτον ἦν κεφάλαιον, ὡς προεῖρηται [p. 125, 12ss], τῶν περὶ ψυχῆς λόγων τὸ περὶ τῆς ὑπάρξεως αὐτῆς, δεύτερον τὸ περὶ τῆς ἁρμονίας, τρίτον τὸ περὶ τοῦ σχήματος, τέταρτον τὸ περὶ δυνάμεων, πέμπτον τὸ περὶ ἐνεργειῶν. τὰ μὲν οὖν ἄλλα πάντα τελεώτατα ἀνεδίδαξεν ὁ φιλόσοφος, τελευταῖον δὲ ἦν τοῦτο τὸ περὶ τῶν ἐνεργειῶν, ὃ δὴ προστίθησιν ἐν τούτοις. ἀλλ’ ἐπειδή διττόν ἐστιν ἐνεργείας εἶδος ἐν ψυχῇ, τὸ τε γνωστικὸν λέγω καὶ τὸ κινητικόν, ἰδίᾳ μὲν περὶ τῆς κινητικῆς, ἰδίᾳ δὲ περὶ τῆς γνωστικῆς ποιήσεται τὸν