Ancient Greek
2.287.2 to 2.288.28
Proclus Phil., In Platonis Timaeum Commentaria 2.287.2-2.288.28
Unproofread scanNot analysed yet
3 ἰδίαν P 3 s cf. I 404, 20 s 8 ὄντι —9 μεριστῷ om P 11 ἐπ’ αὐτῆς Q 14 πεπέραται P 17 πλάτων λόγον, ὅπως τε ἑαυτὴν κινοῦσα καὶ τὰ ἄλλα κινεῖ παρα- διδούς, καὶ ὅπως ἑαυτὴν γιγνώσκουσα γιγνώσκει καὶ τὰ πρὸ αὐτῆς καὶ τὰ μετ’ αὐτήν. σκοπὸς μὲν οὖν τῶν ῥηθησο- μένων λόγων τοιοῦτος. ὅτι δὲ οὔτε περὶ πολλῶν ψυχῶν ἐν τοῖς ἔμπροσθεν ἀνεδίδασκεν, ὡς εἴρηκασιν οἱ λέγοντες τὸ μὲν περὶ τῆς οὐσίας τὴν ἄσχετον αὐτῷ πραγματεύεσθαι, τὸ δὲ περὶ τῆς ἁρμονίας τὴν ἐν σχέσει παρ’ αὐτοῖς καλου- μένην, τὸ δὲ περὶ τοῦ σχήματος τὴν ἐν κατατάξει, οὔτε περὶ ὑπερκοσμίων, ὡς ἄλλοι γεγράφασι, μίαν εἰπόντες καὶ ἐπτὰ ὑπερκοσμίας ψυχὰς αὐτὸν παραγαγεῖν, δεδήλωκεν, οἶμαι, διὰ τούτων ἱκανῶς· τὴν γὰρ κατὰ νοῦν τῷ πατρὶ δεδημι- ουργημένην ψυχὴν τῷ παντὶ συνῆψεν, ἐντὸς αὐτῆς τὸ σω- ματοειδὲς τεκτηνάμενος. καὶ τοῦτο μὲν καὶ ἐκ τῆς ὅλης προθέσεως δῆλον· περὶ κόσμου γὰρ ἦν ὁ σύμπας λόγος, ἀλλ’ οὐ περὶ ὑπερκοσμίων ἀπογεννήσεων. Ὅρα δέ, ὅπως καὶ ἐκάστην τῶν λέξεων σὺν ἀκριβείᾳ προστίθησιν· ὁ Τι- μαῖος· τὸ μὲν γὰρ κατὰ νοῦν δηλοῖ τὸ τε νοῦν εἶναι τὸ παράδειγμα τοῦ παντός (τὸ γὰρ παντελὲς ζῷον νοῦς ἦν νοητός, καθ’ ὃν ὑπέστη τὸ τε πᾶν τοῦτο καὶ ἡ ψυχὴ τοῦ παντός). καὶ τὸ μηδὲν μᾶττον μήτε πλεόν μήτε ἑλάττον ὑπο- στήναι, πάντα δὲ συμπληρωτικὰ τῆς ψυχικῆς οὐσίας, καὶ τὸ πᾶσαν τὴν δημιουργικὴν βούλησιν ὑποδέχεσθαι τὴν οὐ- σίαν τῆς ψυχῆς· τὰ μὲν γὰρ ἔνυλα διὰ τὴν ὕλην μερίζει τὸ ἀμέριστον εἶδος καὶ ὡς μερικὸν ὑποδέχεται τὸ ὅλον καὶ ὡς διαστατὸν τὸ ἀδιάστατον, ἡ δὲ ψυχὴ πᾶσαν ὑπεδέξατο τὴν δημιουργικὴν ὡς ὁ δημιουργὸς ἔβουλετο ποίησιν. τὸ δὲ τῷ συνιστάντι τὴν καθόλου αὐτῆς ἐνέργειαν· τὸ μὲν γὰρ ‘τῷ συστάντι’ τῆς ἀποπληρώσεως ἐστὶ δηλωτικόν, τὸ δὲ τῷ συνιστάντι τῆς ὁμοῦ πάσης ἀεὶ παρούσης ἐνεργείας. τὸ δὲ πᾶσα ἡ τῆς ψυχῆς σύστασις τὸ μηδὲν ἐκπεφευγέναι