Ancient Greek
2.291.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.291.3-2
Unproofread scanNot analysed yet
Ὁ κατ’ ἐπιστροφὴν τῆς ψυχώσεως τρόπος, ὥσπερ καὶ πρότερον [p. 244, 5 ss] εἴπομεν, κάτωθεν ἀρχόμενος ἐπὶ τὰ ἄνω πρόεισι καὶ ἀπὸ τῶν ἐσχάτων εἰς τὰς ἀκρότητας ἀπολήγει τῶν πραγμάτων, οἷος δὴ ἐστὶ καὶ οὗτος ὁ νῦν ὑπὸ τοῦ Πλάτωνος παρειλημμένος· τῆς γὰρ ψυχῆς ἄνωθεν ἄχρι τῶν ἐσχάτων μυχῶν τῆς γῆς προελθοῦσης καὶ πάντα καταλαμψάσης τῷ φωτὶ τῆς ζωῆς ὁ κόσμος εἰς αὐτὴν ἐπιστρεφόμενος ἀπὸ τῶν ἐσχάτων ἀρχόμενος ψυχοῦται κατὰ τε τὸ μέσον ἑαυτοῦ καὶ κατὰ πᾶσαν τὴν διάστασιν καὶ ἔτι ἐξωθεν ἀπολαύει τῆς νοερᾶς ἐλλάμψεως τῆς ψυχῆς. καὶ διὰ ταῦτα ἡ ψυχὴ λέγεται τὸ μέσον κατειληφέναι τοῦ παντός, ὡς καὶ ἐν ἐκείνῳ δυνάμεις ἑαυτῆς ἀποθεμένη καὶ σύμβολον τῆς οἰκείας παρουσίας, καὶ πρὸς τὸν ἔσχατον διατείνειν οὐρανόν, ὡς πανταχόθεν ὁμοίως αὐτὸν ζωοποιοῦσα, καὶ περικαλύπτειν τὸ πᾶν, ὡς ἐξηρημένας ἔχουσα δυνάμεις τῶν μεριστῶν ὄγκων, μονονουχὶ τὴν Ἀθηναϊκὴν αἰγίδα προβεβλημένη [Hom. B 448],