Ancient Greek
2.292.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.292.2
Unproofread scanNot analysed yet
τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἥρεθόνται καὶ διὰ ταύτης ἐξωθεν τὸν ὅλον περιβάλλουσα κόσμον. καὶ εἰ δεῖ τἀληθῆ λέγειν, ἀπέγραψε διὰ τῆς ὁήσεως ταύτης τὰ στόματα τῶν οἰομένων ὡς κυκλικὸν εἶναι τὸ σχῆμα τῆς ψυχῆς καὶ διαστατὸν οὕτως· πῶς γὰρ ἔνδεχεται τῷ σώματι κύκλον συνδιαπλακῆναι καὶ ἐξ ἴσου διαταθῆναι, περικαλύπτειν τε αὐτὸ μετὰ τοῦ κατὰ πᾶσαν αὐτῷ τὴν τοῦ ὄγκου διάστασιν ἐφαρμόσαι; τοῦτο μὲν οὖν αὐτόθεν δῆλον ψευδῆ τὴν φαντασίαν δεικνύον τῶν οὕτως ὑπολαβόντων. πρὸς δὲ τούτῳ δεῖ θεωρεῖν, ὅ καὶ πρότερον εἴπομεν, ὅπως ἡ τε διαπλοκὴ καὶ τὸ κύκλῳ πάντῃ περικαλύπτειν τὸν οὐρανὸν ἐξωμοίωσε τὴν ψυχὴν πρὸς τὴν νοερὰν ζωήν, ἣν εἶπεν ἔμπροσθεν [36 C] πέριξ λαβεῖν τοὺς δύο κύκλους αὐτῆς· ὡς γὰρ ἐκείνη τὴν ψυχήν, οὕτως αὐτὴ περιεῖληφε τὸν οὐρανόν. πρὸς δὲ τούτοις ἀμφοτέροισι ἐννοητέον, ὅπως ἀπεικασται τοῖς θεοῖς ἐκείνοις, οἷς τὸ ὅμοιον ὁ Παρμενί-