Ancient Greek
2.299.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.299.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36E] νόησις οὐκ ἀμερὴς οὖσα μόνον, ἀλλ’, ὡς εἴπομεν, καὶ μερι-στή καὶ ἐφαρμόζα τῷ ἀμερεῖ μὴ σθένουσα, μερίσασα δὲ ἑαυτὴν περὶ τὸ ἐκεῖνον ἀμερές, ἄλλο καὶ ἄλλο ἑαυτῆς προσ-άγουσα τῷ αὐτῷ ἐκεῖνῳ μένοντι, ἵνα κατὰ πᾶσαν ἑαυτὴν 5 ἕλη τὸ πρὸ πάσης αὐτῆς ἰδρυθμένον, μεταβάσιν τε ἐγέννησεν οὕτως, τοῦ μεριστοῦ τοῦ ἐν αὐτῇ ἐξελίττοντος ἑαυτὸ περὶ τὸ ἀμερές, καὶ ὁμοῦ τῇ μεταβάσει χρόνον, διχῶς δὲ μετα-βαίνουσα, καθ’ ἕνα μὲν τρόπον τῷ περὶ τὸ ἓν ἐξελίττεσθαι καὶ κατὰ πάντα τὰ ἑαυτῆς μέρη ἔχουσα τὸ ἓν (ὅσα γὰρ διήρη-10 ται μέρη, τοσαυταχῶς ἐν αὐτῇ καὶ τὸ οὐσιώδες καὶ τὸ ταυτόν καὶ τὸ ἕτερον. ἑκάστῳ οὖν τῷ ἑαυτῆς ἐκεῖνῳ προσβάλλουσα καὶ συγγάνουσα πολλοῖς τοῦ ἑνὸς εἰσήγαγε τὴν μετάβασιν εἰς τὴν ἑαυτῆς νόησιν, ἵνα πᾶσα νοητὴ τὸ πρὸ πάσης), καθ’ ἕτερον δὲ τῷ καὶ ἕκαστον αὐτῆς περὶ πάντα ἐνεργεῖν· πᾶν 15 γὰρ μέρος αὐτῆς ἔχει τὰ τρία, τὴν οὐσίαν, τὸ ταυτόν, τὸ ἕτερον· ὅλῳ οὖν ἑκάστῳ μὴ ἐφαρμόζουσα πρὸς ἕκαστον ἐκεί-νων ὅλῳ προσβάλλει, καθ’ ὅσον ἑκάστου μετέχει, πρὸς ἕκα-στον, τῇ μὲν οὐσίᾳ διὰ τοῦ ἓν τῷ μέρει τοιούτον, καὶ τοῖς ἄλλοις ὁμοίως. τοῦτο μὲν οὖν ταύτῃ διαλύσομεν. ἕτερον 20 δὲ αὐ πρὸς τούτῳ ζητητέον, πῶς μηδέπω χρόνου γένεσιν ἡμῖν παραδοὺς τὴν ψυχὴν εἶπεν ἤδη πρὸς τὸν σύμπαντα χρόνον ζῆν· καὶ ὁρτέον καὶ πρὸς ταύτην τὴν ζήτησιν, ὅτι χρόνου παραδώσει γένεσιν, οὐ μετέχει τὸ ζωὸδες τοῦ κόσμου· κινηθὲν γὰρ αὐτό, φησὶ [37 C], καὶ ζῶν θεασάμενος ὁ 25 πατὴρ τὸν χρόνον ὑπέστησε μετροῦντα τὴν ἐν αὐτῷ κίνησιν. ὥσπερ οὖν τὸ ζῆν τούτῳ καὶ τὸ κινεῖσθαι σῶμα ἔχοντι ἐπι-σκευαστόν, οὕτω καὶ ὁ χρόνος ἀπὸ τοῦ γεννησαντος ἐνδέ-δοται, παρ’ οὐ καὶ ἡ ζωὴ καὶ ἡ κίνησις διὰ ψυχῆς. ἡ δὲ ψυχὴ καὶ ἀπὸ τοῦ πατρὸς μὲν ἔχει ταῦτα, τὸ ζῆν λέγω καὶ 30 τὴν κίνησιν τὴν κατὰ χρόνον, ἥτε δὲ ἔχουσα τι καὶ αὐθυπό-στατον συνεισάγει τι τῇ ἑαυτῆς εἰς τὸ εἶναι παρὰ τοῦ γεννη-σαντος προόδῳ. καθάπερ οὖν καὶ ὁ δημιουργὸς αὐτὴν κινεῖ