Ancient Greek
2.300.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.300.1
Unproofread scanNot analysed yet
292 #ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36E 37A] καὶ αὐτοκίνητός ἐστι, κατὰ τὰ αὐτὰ δὴ καὶ αὐτὴ ἑαυτῇ αἰτία τοῦ κινεῖσθαι κατὰ χρόνον, ὅθεν καὶ πρὶν ἐκεῖνος δὴ τῷ παντὶ τούτῳ χρόνῳ, αὕτη λέγεται κινεῖσθαι πρὸς τὸν σύμπαντα χρόνον· καὶ γὰρ καὶ οὕτως συνυποστήσει τῷ δημιουργῷ τὸν ζωώδη χρόνον, ὥσπερ συνφυίσῃ καὶ τὴν ζωὴν, καθ’ ἣν ἡ κίνησις, καὶ κατὰ φύσιν ἄρξει τοῦ δι’ αὐτὴν ζῶντος καὶ κινοῦμένου, καὶ οὐχ οἷον ἠτοματισμένην ἔξει τὴν ἐπιστασίαν, μηδὲν δοῦσα τῷ ἀρχομένῳ. περὶ μὲν οὖν χρόνου ῥηθήσεται καὶ ἑσαυθίς. ἐκ δὲ τούτων μὲν τοῦτο συγκεφαλαιωτέον, ὅτι δὴ ἡ τοῦ παντὸς ψυχὴ κινεῖ μὲν καὶ τὸ πᾶν τῷ τε μέσῳ φρονητικᾶς ἐπιστήσασα δυνά- E μεις καὶ ὅλον αὐτὸ ζωογονίας ἀποπληρώσασα καὶ ἔξωθεν αὐτὸ συνέχουσα νοεοῶς, μιμουμένη καὶ ταύτῃ τὴν ἑαυτῆς αἰτίαν ἀπογεννήσασαν τριτὰς ἡγεμονίας θεῶν, φρονητικὰς, ζωογονικὰς, δημιουργικὰς, αὕτη δὲ ἑαυτὴν πολλῷ πρότερον κινεῖ θελῶς ἀπὸ τῶν πρωτίστων ἐνεργειῶν ἀρχομένη καὶ διὰ τοῦτο ἀπαιύστως ἑαυτὴν τε κινοῦσα καὶ τὸ πᾶν, καὶ διὰ ταῦτα ἐμφρόνως ἑαυτὴν τε ἄγουσα καὶ τὸν ὅλον οὐρανόν. ἔτι δὲ αὕτη τε τὴν μίαν παράτασιν τοῦ χρόνου μέτρον ποιουμένη τῆς οἰκείας περιόδου καὶ τὸ πᾶν ὁσαύτως περιάγουσα· τῇ γὰρ αὐτῆς ἀποκαταστάσει συναποκαθίσταται τὸ πᾶν· οὔτε γὰρ πρότερον, ἐπειδή πάλιν ἐν τῷ κόσμῳ τὰ αὐτὰ γίνεται, κατὰ δὲ τὰς τῆς ψυχῆς νοήσεις τὰ γιγνόμενα γίγνεται· οὔθ’ ὕστερον, ἵνα μὴ ἀναίτιος ἡ ἀποκατάστασις ἢ· τί γὰρ ἔσται τὸ περιέχον αὐτὴν ὅλην, εἰ μὴ ἡ τῆς ψυχῆς περίοδος; εἰ δὲ ταῦτα ὀρθῶς ἔφαμεν, ἔχει ἄν πάλιν ἡ ψυχὴ τὸ μὲν θεῖον ἀπὸ τοῦ ἑνὸς ὄντος, τὸ δὲ ἀπαιυστον ἀπὸ τοῦ αἰῶνος, τὸ δὲ ἐμφρον ἀπὸ τοῦ νοῦ, πάντα δὲ ἀπὸ τῆς μιᾶς τῶν ὅλων αἰτίας.