Ancient Greek
2.299.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.299.1-2
Unproofread scanNot analysed yet
νόησις οὐκ ἀμερῆς οὖσα μόνον, ἀλλ’, ὡς εἴπομεν, καὶ μερι-στή καὶ ἐφαρμόσαι τῷ ἀμερεῖ μὴ σθένουσα, μερίσασα δὲ ἑαυτὴν περὶ τὸ ἐκεῖνον ἀμερές, ἄλλο καὶ ἄλλο ἑαυτῆς προσ-άγουσα τῷ αὐτῷ ἐκείνῳ μένοντι, ἵνα κατὰ πᾶσαν ἑαυτὴν ἕλη τὸ πρὸ πάσης αὐτῆς ἰδρυμένον, μετάβασιν τε ἐγέννησεν οὕτως, τοῦ μεριστοῦ τοῦ ἐν αὐτῇ ἐξελίπτοντος ἑαυτὴν περὶ τὸ ἀμερές, καὶ ὁμοῦ τῇ μεταβάσει χρόνον, διχῶς δὲ μετα-βαίνουσα, καθ’ ἕνα μὲν τρόπον τῷ περὶ τὸ ἕν ἐξελίπτεσθαι καὶ κατὰ πάντα τὰ ἑαυτῆς μέρη ἔχουσα τὸ ἕν (ὅσα γὰρ διήρη-ται μέρη, τοσαυταχῶς ἐν αὐτῇ καὶ τὸ οὐσιώδες καὶ τὸ ταυτόν καὶ τὸ ἕτερον. ἑκάστῳ οὖν τῷ ἑαυτῆς ἐκείνῳ προσβάλλουσα καὶ διγγάνουσα πολλοῖς τοῦ ἑνὸς εἰσήγαγε τὴν μετάβασιν εἰς τὴν ἑαυτῆς νόησιν, ἵνα πᾶσα νοήση τὸ πρὸ πάσης), καθ’ ἕτερον δὲ τῷ καὶ ἕκαστον αὐτῆς περὶ πάντα ἐνεργεῖν· πᾶν γὰρ μέρος αὐτῆς ἔχει τὰ τρία, τὴν οὐσίαν, τὸ ταυτόν, τὸ ἕτερον· ὅλῳ οὖν ἑκάστῳ μὴ ἐφαρμόζουσα πρὸς ἕκαστον ἐκεί-νων ὅλῳ προσβάλλει, καθ’ ὅσον ἑκάστου μετέχει, πρὸς ἕκα-στον, τῇ μὲν οὐσίᾳ διὰ τοῦ ἕν τῷ μέρει τοιούτου, καὶ τοῖς ἄλλοις ὡσαύτως. τοῦτο μὲν οὖν ταύτῃ διαλύσομεν. ἕτερον δὲ αὖ πρὸς τούτῳ ζητητέον, πῶς μηδέπω χρόνου γένεσιν ἡμῖν παραδούς τὴν ψυχὴν εἶπεν ἤδη πρὸς τὸν σύμπαντα χρόνον ζῆν· καὶ ὀφτέον καὶ πρὸς ταύτην τὴν ζήτησιν, ὅτι χρόνου παραδώσει γένεσιν, οὐ μετέχει τὸ ζῷον τοῦ κόσμου· κινηθὲν γὰρ αὐτό, φησίν [37 C], καὶ ζῶν θεασάμενος ὁ πατὴρ τὸν χρόνον ὑπέστησε μετροῦντα τὴν ἐν αὐτῷ κίνησιν. ὥσπερ οὖν τὸ ζῆν τούτῳ καὶ τὸ κινεῖσθαι σῶμα ἔχοντι ἐπι-σκευαστόν, οὕτω καὶ ὁ χρόνος ἀπὸ τοῦ γεννησαντος ἐνδέ-δοται, παρ’ οὐ καὶ ἡ ζωὴ καὶ ἡ κίνησις διὰ ψυχῆς. ἡ δὲ ψυχὴ καὶ ἀπὸ τοῦ πατρὸς μὲν ἔχει ταῦτα, τὸ ζῆν λέγω καὶ τὴν κίνησιν τὴν κατὰ χρόνον, ἄτε δὲ ἔχουσα τι καὶ αὐθυπό-στατον συνεισάγει τι τῇ ἑαυτῆς εἰς τὸ εἶναι παρὰ τοῦ γεννή-σαντος προοδῶ. καθάπερ οὖν καὶ ὁ δημιουργὸς αὐτὴν κινεῖ